Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Κόρραγο̣ς Προξένωι χαίρειν. εἰς μὲν τὸ ἕβδομον καὶ τριακοστὸν ἔτος Δύστρου ι̣[β ἐν τοῖς]
γενεθλίοις ὃ δίδοται ἡμῖν ὀψώνιον τοῖς εἰς Κάνωπον ἀποδημοῦσι μ̣ε̣τὰ τοῦ̣ [ ̣ ̣ ̣ ̣ ̣ ̣]
συνετάγη δοῦναι⟦ται⟧, τοῖς δὲ παρʼ ἐμοῦ τότε οὐθεὶς(*) ἔδωκε· μετὰ ὀλίγα[ς δὲ ἡμέ-]
ρας τὸν διασυνεστημένον παῖδα Θράσωνα Λευκίππωι τῶι γραμματεῖ ὥστε
5ἐκκομίζεσθαι τὰ ὀψώνια καὶ τὰς ἀγορὰς δεδεμένον μετεπεμψάμην διά τινας
αἰτίας. περὶ μὲν οὖν τούτων ὁ τὴν ἐπιστολήν σοι ἀποδιδοὺς Διογένης ἐντεύξεται,
ὢν οἰκεῖ{υ}ος μου, ἐντεύξεται δέ σοι καὶ Ζήνων. εἰς δὲ τὸ ὄγδοον καὶ τριακοστὸν ἔτος εἰς μῆ-
να Ξανδικὸν ὁ υἱός μου Ἄτταλος καὶ Διογένης ἔλαβον τὸ γινόμενον ὀψώνιον, μετὰ ταῦ-
τα δὲ οὐθεὶς ἡμῖν οὐθὲν δέδωκεν. καλῶς ἂν οὖν ποιήσαις ἐνθυμηθεὶς ἵνα μηθεὶς ἡμᾶς τῶν
10ὑπὸ σὲ γραμματέων ἀδικῆι. τὰ δὲ ἄλλα ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρ\ε/ῖ.
vac. ? ἔρρωσο.
vγενεθλίοις ὃ δίδοται ἡμῖν ὀψώνιον τοῖς εἰς Κάνωπον ἀποδημοῦσι μ̣ε̣τὰ τοῦ̣ [ ̣ ̣ ̣ ̣ ̣ ̣]