Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ἀπολλοφάνι(*) [τ]ῷ καὶ Σαραπάμμωνι στρ(ατηγῷ) Ἀρσι(νοΐτου) Ἡρ(ακλείδου)
μ[ε]ρίδος
παρὰ Ἑριεῦτος Τατᾶτος ἀπὸ [κ]ώμης Σοκνο-
παίου Νήσου. μετὰ τὸ ἐπιτελ[έσ]αι με τὰ προ-
5σήκοντα ἔργα μέχρι κατασπορᾶς σιτικῶν
ἐδαφῶν ὄντων περὶ τὴ[ν] αὐτὴν κώμην
ἐν τόπῳ Τωα( ) λεγομένῳ τῷ ἐνεστῶτι
ἔτει Ἀμοῦνις Κιαλὴ καὶ [Ὧ]ρος Ταθή(μιος(?)) καὶ
Πανεφρέμμις ἐπικαλούμενος Μῶρος
10καὶ Πετρώνιος οἱ δ καὶ οἱ σὺν αὐτοῖς
ἀπὸ τῆς αὐτῆς κώμης ἐπελθόντες τοῖς
ἐσπαρμένοις ὑπʼ ἐμοῦ ἐδάφεσι ὡς πρόκειται
ἄνωθεν ὑπέσχεισαν(*) ὡς ἐκ τούτου οὐκ ὀ-
λίγη μοι ζημία ἐπηκολούθησεν. ὅθεν
15κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι αὐτὸ τοῦτο φα-
νερὸν πο[ιο]ῦν εἰς τὸ ἐν καταχωρισμῷ γενέσθαι τό-
δε τὸ βιβλείδιον(*) πρὸς τὸ μένειν ἐμοὶ τὸν λόγον
πρὸς αὐτοὺς περ[ὶ τούτο]υ. δι[ευτ]ύχ(ει).
(hand 2) ἔτους ιζ Λο(υκί)ου Σεπτιμ(ίο)υ Σεουήρ(ου) Εὐσ(εβοῦς) Περτίν(ακος) καὶ Μάρκ(ου)
20Αὐρηλ(ίο)υ Ἀντων(ίνου) Εὐσ(εβοῦς) Σεβαστῶν καὶ Πουβλ(ίου) Σεπ(τιμίο)υ Γέτα Καίσ(αρος) Σεβ(αστ)οῦ Τῦβι κη.