Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ζήνων Κρότωι χαίρειν. ὡς ἂν τάχιστα λάβηις τὴν ἐπιστολήν,
λαβὲ παρὰ Πάσιτος τοῦ Ἰουδαίου ἐρίων μν(ᾶς) κε καὶ ἀπέγδος Ἀρτεμι-
δώρωι ἵνα κατασκευάσηι στρωμάτιον, ὥστε τῶι μήκει ἐπὶ δίεδρον
ἢ μικρῶι μεῖζον, διπρόσωπον· χρεία γὰρ αὐτοῦ ἐστιν ὥστε Πισικλεῖ·
5καὶ ὡς ἂν τάχιστα γένηται, ἀπόστειλον εἰς Μέμφιν πρὸς Ἀρτεμί-
δωρον, καὶ πειράθητι ὅπως ἐν ἡμέ(ραις) ιε γένηται. γεγράφαμεν δὲ
καὶ Πάσι δοῦναί σοι τὰ ἔρια.
ἔρρωσο. (ἔτους) λγ, Ἐπεὶφ κη.
vλαβὲ παρὰ Πάσιτος τοῦ Ἰουδαίου ἐρίων μν(ᾶς) κε καὶ ἀπέγδος Ἀρτεμι-