Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Lond. III 880 (S. 8) TM Nr. 85

Titel: keiner

Pathyris 113 v.Chr., 15. März
Material Papyrus
Bemerkungen Zur Datierung vgl. BL I, S. 272.
Inhalt Vertrag, Teilung und Schenkung von Land
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1
βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ,
ἐφʼ ἱερείως(*) βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλε̣[ξ]άνδρου κα[ὶ] θεῶν Σω̣τήρων
καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ
Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν
5[Φ]ιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρ[ὸς] θεῶν ἀθλοφό[ρ]ου Βερενίκης
[Ε]ὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φι[λοπ]άτορος τ̣[ῶ]ν ὄντων
ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερείω[ν](*) καὶ ἱερισσῶ[ν] καὶ κ̣α̣νη-
φόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος [μ]ηνὸς Μεχε[ὶρ] κζ ἐν Παθύρει
ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἑκ̣ό̣ν̣τ̣ες συνεγράψαντο.
10ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) [νε ][ἐ]λάσσω(ν) μελίχρως τετανὸς
μακροπρόσωπος εὐ[θ]ύριν διειρῆσθαι(*) τὰ ὑπάρχοντα [αὐ]τῶι ἔγγαια τοῖς ἑαυτοῦ
υἱοῖς ἀπὸ μὲν τῆς ὑπ[α]ρχούσης αὐτῶι \καὶ τοῖς ἀδ(ελφοῖς)/ γῆς σιτοφόρου ἐν̣ [τ]ῶι περὶ Πάθυριν πεδίωι
[δω]δεκάτην μ̣ε̣ρ̣ί̣δ̣[α ἀδ(ιαίρετον) ἀρουρῶν π̣⟧ \[ἀρουρ]ῶν π/, ἧς γείτονες νότου χῶμ[α βα]σιλικὸν, βορρᾶ ὁδός,
[ἀπηλ(ιώτου) ὁδὸς, λιβὸς διῶρυ]ξ Τελώνος, καὶ ἀπὸ τοῦ ἐπιβ[άλλον]τος αὐτῶι μέρους ἄλλης
15[σφραγῖδος καλουμένης] Πατήφιος γῆ (ἀρούρας) λϛ τὸ ἐπιβ[άλλ]ον (ἀρούρας) γ, γείτονες τῆς ὅλης [γῆς]
2
νότου γῆ Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα,
λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν,
Πανοβχούνει μὲν τῶι πρεσβυτέρωι υἱῶι αὐτοῦ μερίδας δύο ,
Ταελολοῦτι καὶ Σιεπμοῦτι τῶν Τοτοέους ταῖς ἑαυτοῦ θυγατράσιν
20μερίδα μίαν τῶν δύο σφραγίδων καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ
ὄντος ἐν τῆι μέσῃ ταινίᾳ Παθύρεως ὅ ἐστιν πήχεις στερεοῦ
δύο ἥμισυ οὗ γείτονες νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσι[ο]ς,
ἀπηλιώτου οἰκία Πατῆτος Θοτορταίου, λιβὸς πλατεῖα ὁδὸς τῶν θεῶν,
ὧν εἶναι ἐν τῶι ἀπὸ βορρᾶ μέρει τοῦ ψιλοῦ τόπου, Πατῆιτι τῶι
25ἑαυτοῦ υἱῶι πῆχυν ἥμισυ , Πανοβχούνει τῶι πρεσβυτέρῳ υἱῶι
πήχεις στερ\ε/οῦ δύο καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκία[ς]
ὠικοδομένης(*) Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ ἥμισυ ἧ̣ς μέτεστι τὸ ἄλλο (ἥμισυ)
Πανοβχούνει καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τῶν
παρακεχωρημένων ἑκάστωι μερίδων, εἰ δὲ μὴ ἡ τʼ ἔφοδος τῶι
30ἐπιπορευομένῳ ἄκ\υ/ρ(ος) ἔστω καὶ προσαποτεισάτω ὁ παρασυνγρα(φῶν)(*)
[τοῖς βασιλεῦσι ἀργυ(ρίου)] (δραχμὰς) φ καὶ μηθὲν ἧσσον μενέτω κύρια
[τὰ διωμολογημένα].
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar