Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὁ βασιλεὺς συνέτασσεν ἡμῖν
δισπορῆσαι τὴν γῆν. ὡς ἂν οὖν ἐχθερίσηις τὸν πρώιον σῖτον,
εὐθέως πότισον τὴν γῆν ἀπὸ χερός(*), ἐὰν δὲ μὴ δυνατὸν ἦι,
κηλώνεια ἐπιστήσας πλείονα οὕτω πότιζε, μὴ πλείους δὲ
5πέντε ἡμερῶν σύσχηις τὸ ὕδωρ, καὶ καταψύξας εὐθέως
κατάσπειρε τὸν τρίμηνον πυρόν. γράψον δὲ καὶ πρὸς ἡμᾶς
πότε δύνασαι θερίζειν τὸν σῖτον.
ἔρρωσο. (ἔτους) λ, Δίου ιγ, Ἁθὺρ γ.
vδισπορῆσαι τὴν γῆν. ὡς ἂν οὖν ἐχθερίσηις τὸν πρώιον σῖτον,