Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

SB XXIV 15973 TM Nr. 79267

Stathmos-Zuweisung

Ort unbekannt 132 v.Chr., 22. Febr.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XII, S. 238; XIII, S. 228 BL online
Inhalt Schreiben, Vorlage, Quartier, Vergabe, Zumessung, Besitz, Verleihung, Privilegien, Angabe der Größe und Lage
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
βασιλευόντων Πτολεμαίου τοῦ Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς κα̣ὶ̣ β̣[α]σ̣ι̣λ̣ί̣σ̣σ̣η̣ς̣ Κ̣λ̣εο̣πάτρα[ς τῆς γυναικὸς]
θεῶν Εὐεργετῶν ἔτους ηλ(*)· Μεχεὶρ α. κατεμετρήθη σταθμὸς ἐν τῆι ἐκτισμ̣έ̣ν̣η̣ι̣ π̣ό̣λ̣ε̣ι Εὐεργέτι[δι ὑπὸ Βοήθου τοῦ]
συγγενοῦ̣ς καὶ ἐπιστρατήγου καὶ στρατηγοῦ τῆς Θ̣ηβαίδος καὶ κτίστου διὰ Παν̣[ί]σ̣κ̣ο̣υ̣ σ̣τ̣α̣θ̣μ̣οδότου καὶ ἀντ[ιγραφέως]
\Τανούπει Τφεώφιος τῆι̣ διατεταγμένῃ ἐν τῆι τετραγώνωι καπηλίδι/ εἰ\ς/ οἰκ̣ητήριον μὴ τασσ̣ο̣μένωι ἐμβαδὸν μηδʼ εἰς τὸ ἐγκύκλιον τέλος μηδʼ ἄλλο̣ μ̣η̣θ̣ὲ̣ν̣ ἁπλῶς, ἀλλʼ ἔχ[ειν κυρίως τὴν]
5κτῆσιν ἰδιόκτητον· ἐξέσται δʼ αὐτῶι ἀπ[ο]λείπειν ἐγγό[ν]οις καὶ τῇ ἰδίᾳ γ̣υ̣ν̣α̣ι̣κ̣ὶ̣ κ̣α̣ὶ̣ τ̣οῖς ἔγγιστα γένο[υς ἢ οἷς ἐὰν αἱρῆται]
\ἐν τῆι πόλει ἐν στρα(τείᾳ) φερο̣μέ̣νων/ τούτων ὁμο̣ίω̣ς μηδὲν τ̣ασσομένων μήτε̣ τῶν μεταλαμ[β]ανόντων μήτε τῶν π̣α̣ρ̣α̣χ̣ωρούντων κατὰ [μηδεμίαν]
παρεύρεσιν ἀκολούθως τοῖς ὑπὸ κτίστου ἐπικεχωρημ̣[έ]ν̣οις πηχῶν σ̣τερεῶν δύο̣, (γίνονται) π(ήχεις) β, ὧν μέτ[ρα νότου ἐπὶ βορρᾶ π(ήχεις) κ,]
λιβὸς ἐπʼ ἀπηλιώτην π(ήχεις) ι· γείτονες ν̣ό̣τ̣ου (hand 2) Πετοσίρ[ιο]ς̣ χρυσοχώ̣ο̣υ(*), βορρᾶ οἱ λ̣ο(ιποὶ(?)) τόποι, ἀπ<η>λιώτου [στοά, λιβὸς] ῥύμ̣η̣ π(ηχῶν) ι.
——
Πανίσκος καταμεμέτρη(κα) καθότι πρόκειται Τανούπει Τφεώφιος καπηλίδι [ἐν τῆι]
10τετραγώνωι ἀγορᾶι πήχεις δύο β, π(ήχεις) β. (ἔτους) λη Μεχε[ὶρ α.]
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar