Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ζωίλος Ἀλεξάνδρωι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι· ὑγιαίνομεν δὲ καὶ αὐτοί.
ἐκομισάμην τὰς ἐπιστολὰς καὶ οὐκ ἀμελῶ περὶ ὧν ἂν ἡμῖν γράφηις. σὺ δὲ καλῶς
ποιήσεις ἐκπονήσας ἵνα ἡμῖν γίνηται ἅ σοι ἐνετειλάμεθα κατὰ τὸ ὑπόμνημα,
τούτου δὲ γενομένου ἐπ̣ί̣[στ]α̣σο ὅτι ὀφειλήσω σοι χάριν ἱκανήν. προσάγαγε οὖν
5τῶι Ἀπολλωνίωι καὶ ἄλλους τῶν σῶν φίλων καὶ πρόσθες τούτ[οις] τ̣ι̣, ἐὰν καὶ Ἀντι-
όχωι δοκῆι. μὴ οὖν ῥαθυμήσηις. λαβὲ δὲ καὶ παρὰ Ζήνωνος τοῦ Ἀπολλωνίου ὑποζύ-
γιον, ὃ ἄν σοι δῶι, καὶ ἐξάγαγέ μοι, καὶ μὴ ὀλιγώρως· οἶδα γὰρ ὅτι δυνήσει σὺ οἰκονομήσα-
σθαι τὴν ἐξαγωγήν.
ἔρρωσο. (ἔτους) κη, Δύστρου κβ.
vἐκομισάμην τὰς ἐπιστολὰς καὶ οὐκ ἀμελῶ περὶ ὧν ἂν ἡμῖν γράφηις. σὺ δὲ καλῶς