Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
δι̣ ̣ ̣ ̣ ̣ο̣υ. Λυσίμαχος μὲν οὖν ἔτυχεν ἐν Ἀλεξανδρείαι ὤν,
ἐγ̣ὼ̣ δὲ̣ τ̣οῖς ἐλθοῦσιν περιαγαγὼ̣ν̣ πάντας τοὺς παραδείσους ἔδειξα
ὅτι πα̣ρ̣ʼ ἡ̣μ̣ῖ̣ν̣ μ̣ο̣σ̣χεύματα οὐκ ἔστιν οὐδʼ εἴωθεν γίνεσθαι, οὐκ ἠγνοοῦσαν δὲ
5ο̣ὐ̣δ̣ʼ αὐτοί, ἀλλὰ ἐξ Ἀρσινόης τῆς νήσου μεταπεμπόμεθα, ἐκεῖ γὰρ ἔργωι
[ -ca.?- ] ὕ̣δ̣ωρ ὑπάρχειν ἀεί, καὶ ἠξίουν κατα-
σ̣τ̣α̣λ̣ῆ̣ν̣αί̣ τ̣ι̣ν̣α̣ τ̣ῶ̣ν̣ παρὰ σ̣ο̣ῦ̣ πρὸς Λυσίμαχον, ἐπόρισεγ(*) γὰρ ἂν αὐτοῖς ἐκ τῶν
κάτω τόπων, οἱ δὲ ἔφασαν ἀρκεῖν αὐτοῖς ἐὰν λάβωσιν εἰς φυτείαν ἀπὸ τῶν
παρʼ ἡμῖν ὑπαρχόντων. ἐδώκαμεν οὖν αὐτοῖς ὅσα ἠβούλοντο, ὧν τὸ καθʼ ἓν
10ὑπ̣ο̣γ̣ε̣γ̣ρ̣ά̣φ̣α̣μ̣ε̣ν̣.
ἔρρωσο. (ἔτους) κη, Ἁθὺρ κε.
σύκινα Χῖα, ἐρινεά, Λύδια, πραέα, φ̣ο̣ινίκεα, ὀλονθοφόρα· ῥόας ἀπυρήνου·
μῆλα̣ ἐαρινά, καὶ τῶν διφόρων· καὶ ἀμπέλου καπνείου, Κιλικίας, Μενδαίου,
Εὐδ̣α̣μιδεί̣ο̣υ̣, Μαρωνείου, κολοκυν[θίνης], φ̣ο̣ινίσσης, καπνείου, Ἀλεξανδρείου,
15βουμάστου, ̣ ̣ερμύλου, δριμίος.