Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
ἔτους ιβ τοῦ καὶ ἐνάτου Τῦβι ιϛ
ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου
ἀγορανόμου τῆς ἄνω τοπ(αρχίας) τοῦ Παθυρίτου.
ἐδάνεισεν Πετεαρσεμθεὺς
5Πανεβχούνιος τῶν ἐκ Παθύρεως
Ψεμμενχῆι Νεχούθου τοῦ
Πβούκιος Πέρσηι τῆς ἐπιγονῆς
τῶν ἐκ τῆς αὐτῆς Παθύρεως
οἴνου κεράμια ἓξ ἄτοκα. τὸ δὲ
10δάνειον τοῦτο ἀποδότω Ψεμμεν-
χῆς Πετεαρσεμθεῖ ἐμ(*) μηνὶ
Μεσορὴ τοῦ προκ(ειμένου) (ἔτους) \παρὰ λη(νὸν)/ οἴνου γλεύκους
μέτρωι τετραχόωι, καὶ παρε-
χέσθω μόνιμον καὶ ἀρεστὸν
15ἕως Ἁθὺρ λ τοῦ ιγ τοῦ καὶ δεκάτου (ἔτους).
ἐὰν δὲ μὴ ἀποδῷ ἢ μὴ ποιῆι
ἐν τῶι ὡρισμένωι χρόνωι καθότι
προγέγραπται, ἀποτεισάτω ἐν τῶι
ἐχομένωι μηνὶ παραχρῆμα
20ἀντὶ τῶν προκειμένων
τοῦ οἴνου κ(εραμίων) ϛ οἴνου κεράμια
ἔννεα . ἡ δὲ πρᾶξις ἔστω
Πετεαρσεμθεῖ ἐκ τοῦ δεδανεισ-
μένου Ψεμμενχεοῦς καὶ ἐκ τῶν
25τούτωι ὑπαρχόντων πάντων,
πράσσοντι καθάπερ ἐγ(*) δίκης.
——
Πάνισκος κεχρη(μάτικα).
vἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου
ἀγορανόμου τῆς ἄνω τοπ(αρχίας) τοῦ Παθυρίτου.
ἐδάνεισεν Πετεαρσεμθεὺς
5Πανεβχούνιος τῶν ἐκ Παθύρεως
Ψεμμενχῆι Νεχούθου τοῦ
Πβούκιος Πέρσηι τῆς ἐπιγονῆς
τῶν ἐκ τῆς αὐτῆς Παθύρεως
οἴνου κεράμια ἓξ ἄτοκα. τὸ δὲ
10δάνειον τοῦτο ἀποδότω Ψεμμεν-
χῆς Πετεαρσεμθεῖ ἐμ(*) μηνὶ
Μεσορὴ τοῦ προκ(ειμένου) (ἔτους) \παρὰ λη(νὸν)/ οἴνου γλεύκους
μέτρωι τετραχόωι, καὶ παρε-
χέσθω μόνιμον καὶ ἀρεστὸν
15ἕως Ἁθὺρ λ τοῦ ιγ τοῦ καὶ δεκάτου (ἔτους).
ἐὰν δὲ μὴ ἀποδῷ ἢ μὴ ποιῆι
ἐν τῶι ὡρισμένωι χρόνωι καθότι
προγέγραπται, ἀποτεισάτω ἐν τῶι
ἐχομένωι μηνὶ παραχρῆμα
20ἀντὶ τῶν προκειμένων
τοῦ οἴνου κ(εραμίων) ϛ οἴνου κεράμια
ἔννεα . ἡ δὲ πρᾶξις ἔστω
Πετεαρσεμθεῖ ἐκ τοῦ δεδανεισ-
μένου Ψεμμενχεοῦς καὶ ἐκ τῶν
25τούτωι ὑπαρχόντων πάντων,
πράσσοντι καθάπερ ἐγ(*) δίκης.
——
Πάνισκος κεχρη(μάτικα).