Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

PSI VIII 914 TM Nr. 45058

Vendita di casa

Tebtynis (Arsinoites) I
Material Papyrus
Bemerkungen Duplikat: P.Mich. V 307. Zu Z. 1, 2-3 und 4 vgl. BOEP 3.1 (19. Dez. 2013), S. 3.
Inhalt Vertrag, Verkauf, Haus
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ὀννῶφρις Ψενκήβοκις μητρὸς Ταμαρ̣ήους ὁμολογῶ πεπρακέναι Ψοίφι Ψοίφεως μητρὸς Τετοσῖρις κατὰ τήνδε τὴν πρᾶσιν {ταύτην} ἀπὸ τῆς ἐνεστόση[ς](*)
ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντά μοι καὶ ἐπιβάλλοντά μοι μέρη δύο ἀπὸ μερῶν πέντε ἅ ἐστιν ἀπὸ μερῶν δύο πατρικῶν μου μερῶν οἰκο̣[πέ-]
δ̣ων ἥ ἐστιν οἰκία συνπεπτωκυ̣ῖα καὶ προσπαρακίμεναι(*) αὐλαὶ καὶ τόποι παλαιοὶ καὶ προπυλὼν καὶ ἐπάνω ο̣ἶ̣κ̣ο̣ι̣ καὶ τὰ σ̣υ̣ν̣κύροντα πάντα ἐν̣ [Τεβ-]
τύνει πλησίον τοῦ Ἰσιήου ἱεροῦ κοινὰ καὶ ἀδιαίρετα πρός τε τοὺς ὁμοπατρίους μου ἀδελφοὺς καὶ Ψοῖφιν Μαρεπκάμιος καὶ Νεβτῦνιν Ψο[ίφεως]
5ὧν γίτονες(*) τῆς [μ]ὲ̣ν παλαιᾶς οἰκίας συνπεπτωκοιης(*) νότου υἱῶν Ψοῖφις Θῶθις οἰκία, βορᾶ(*) τοῦ προγεγραμμένου Ψοῖφις Μαρεπκᾶμις οἰκ[ία ,(?)]
λιβὸς οἱ προκίμενοι καὶ προσπαρακίμενοι(*) τόποι, ἀπηλιώτου Λυσιμάχου τοῦ Λυσιμάχου τόποι· γείτονες δὲ καὶ τῶν προσπαρακιμένων(*) [αὐλῶν(?)]
καὶ τόπ̣ω̣ν νότου [κ]αὶ βορᾶ(*) καὶ λιβὸς ῥῦμαι βασιλικαί, ἀπηλιώτου ἡ προκιμένη παλαιὰ οἰκία καὶ ἐπί τι μέρος τοῦ προγεγραμμένου Ψοῖφις(*) Μαρεπκ[ᾶμις]
οἰκία καὶ αἴθριον καὶ ὁμοίω̣ς ἐπί τι μέρος τῶν προγεγραμμένων υἱῶν Ψοῖφις Θῶθις οἰκία καὶ αἴθριον καὶ τόποι. καὶ ἀπέχω παρὰ τοῦ Ψοῖφις τὴν συν[κεχω-]
ρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου παραχρῆμα, καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιόσει(*) ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτι[κῶν]
10καὶ πάσης ἐνποήσεως(*) ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ γυνή μου Τετοσῖρις Ψοίφεως μητρὸς Θαυβάστεως τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελε[ύσεσ-]
θαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐνκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶ̣ν Διονύσιος Μάρωνος διὰ τὸ [μὴ]
εἰδέναι αὐτοὺς γράμματα. (hand 2) Ψῦφος Ψύφιος μητρὸς γέγονε ἴς(*) μαι(*) ἡ πρᾶσις καθὼς πρόκιται.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar