Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
† ἔδει̣ τὴν ὑμετέραν ἀδελφικὴν λ[α]μπρὰν παίδευσιν ἀντιποιηθῆναι τῆς εὐτελείας μου
καὶ μὴ ἐᾶσαί με ἐπὶ τουσοῦτον(*) λυθῆναι καὶ οὐ μόνον (hand 2) \μὴ/ (hand 1) ἐπηρεάζειν αὐτῇ καὶ τοῖς διαφέρουσίν μοι
εὐτελέσιν πράγμασιν, ἀλλὰ καὶ κωλύειν ἄλλους ἐπηρεάσαι βουλομένους. ταῦτα δέ μοι εἴρηται
5διὰ τοὺς γεωργούς μου τοὺς ἐν τῷ Ἀμούλῃ ἐν τοιαύτῃ διαστροφῇ γενέσθαι, διὰ δέκα μῆλα ἄξια
εἴκοσι νουμμίων. καὶ εἰ μὲν ἐς(*) δικαιολογίας χωροῦμεν καὶ λέγει ἡ ὑμετέρα ἀδελφικὴ σοφία ὡς ἡ
παραφυλακὴ τοῦτο ἐποίησεν, καὶ κύριοι ἐστὲ τῆς παραφυλακῆς καὶ ἀντιπ[οι]ηθῆναι μᾶλλον ἢ ἐ̣π̣ε̣ξ̣ελ̣θεῖν
ὀφείλετε καὶ τὸ ὅλον καταλεῖψαι τῇ εὐτελείᾳ μου. καὶ θεὸς οἶδεν, ἐδυνάμην καὶ ἐγὼ ἐπηρεάσαι
κτήματι πλησίον τοῦ Μύρμυκος τῆς δεσποίνης τῆς παραφυλακῆς ἐκείν̣ης, ὡς καὶ ἐποίησα
10ἄλλοτε ἐπὶ τοῦ ἐνδοξ(οτάτου) κόμιτος Παύλου ἐπηρεασθεὶς πάλιν παρὰ τῶν ἀπὸ Τερύθεω[ς.] ̣ ̣ ̣[ ̣ δ]ὲ ε̣ἴ̣π̣ω τὸ δέον·
παρακληθῆτε (hand 2) \οὖν/, (hand 1) εἴτε ἔπταισαν εἴτε οὐκ ἔπταισαν, ποιῆσαι αὐτοὺς ἀπολυθῆναι, ἵνα μὴ̣ εἰς ἐκε[ῖ]ν̣ο̣ ἔλ̣[θ]ω̣
ἢ καὶ εἰς ἄλλα δυνάμενα λυπῆσαι ἀλλήλους. ταῦτα γράφω μετὰ τῆς ἐποφειλ[ο]μένης π[ρ]οσκυνήσεως.