Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Mich. XI 624 TM Nr. 37323

Letter of Theodoros

Ort unbekannt frühes VI
Material Papyrus
Inhalt Brief (privat), Theodoros an Kyrillos, Geschäfte, Aufträge, Zahlungen, Grastransport, libellus, Berichte
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
τ̣ῷ δεσπότῃ μου τιμιωτάτ̣ῳ ἀδελφῷ Κυρίλλῳ
Θεόδωρος
τὸ ὑπόμνημα τοῦ βοηθο[ῦ   ̣  ̣  ̣]λιανοῦ τοῦ πολειτευομένου(*) ἀπέστιλα(*) σοι
  ̣μπ̣  ̣  ̣  ̣ο  ̣  ̣  ̣  ̣δ̣[ιὰ] Εὐδαίμονος τοῦ ἑταίρου ἡμῶν· ὅπερ δεξάμενος
5κατὰ λόγον τοὺς μισθοὺς ὑπό[δε]ξε(*) παρʼ αὐτοῦ καὶ τὰ βοηθητικά, παρασχούμενος(*)
τὸ ἥμισυ τοῦ παρεχομένου τῇ̣ μητρὶ Ἡρακλάμμωνος· οἶδας γὰρ ὅτι καὶ αὐτὴ
χ̣ρίαν(*) ἔχ̣ει. καὶ ἐὰ̣ν̣ ῥ̣ᾷον ἔχῃς ἐνκατά̣λ̣αβε ἡμᾶς· πάνυ γὰρ ἐπιζητῖ(*) πά̣ντα̣ς
ὁ κύρι̣ός μ̣ο̣υ ὁ ἄρχων. καὶ μετάδος τοῖς κυρίοις μου ἀδελφοῖς Ἀντιόχῳ καὶ
Θ̣έωνι τοῖς παγάρχοις ὡς παραυτὰ μηδὲν μελλήσας ὑπέβαλα τὴν ἀναφορὰν
10αὐτῶν, τοῦ κυρ(ίου) μου τοῦ ἀβάκτη̣ς μὴ ὄντος ἐπὶ τῆς Ἡρακλεοπολιτῶν ἀλλʼ ἐπὶ
τῆς Ἀρσιν̣οειτῶν, καὶ γράμματα περὶ τούτου πρὸς τοὺς πολιτευομένους κατέ-
[π]εμψα διὰ τοῦ αὐτοῦ Εὐδαίμονος προφάσει τῆς ἀνεγέρσεως τῶν κειόνων(*)
τῆς βα̣σ̣ι̣λ̣ι̣κ̣ῆς. (?) καταξίωσον δὲ ἔτι ἐπὶ τῆς πόλεως τυγχάνοντος ποιῆσαι ὅλον
τὸν χόρτον̣ κοβαλευθῆναι, ὑπομνήσας τοὺς αὐτούς, τουτέστιν Ἀντίοχον καὶ Θέωνα,
15τὰ κτήνη αὐτῶν παρασχῖν(*) πρὸς μετ[α]φορὰν τούτων καθὼς καὶ ἐπηγγίλατο(*).
ἤδη δὲ καὶ τὸν λίβελλον τοῦ κυρ(ίου) μου ἀδε̣λφοῦ Δ̣ι̣δύμου ἀποστειλα(*) τὰς δὲ ἀναφορὰς
τοῦ δεσπότου μου τῆς ψυχῆς Ἰσιδώρου δεξ̣ά̣μενος παρὰ τοῦ κυρ(ίου) μου
[ἀ]δ̣ελφοῦ Σαραπίωνος τοῦτο γάρ μοι μεταδ̣έ̣δ̣ωκεν ποιῶ πραχθῆναι
ἐρρῶσθ̣α̣ί̣ σ̣ε̣ εὔχ(ομαι)
20πο̣λλ̣ο̣ῖ̣ς̣ χρ(όνοις),
κύριε ἄδελφε.
r,ms
[ -ca.?- ]  ̣ν μοι ὡς α̣τα  ̣ον̣απε̣ρ̣ι̣[ -ca.?- ]
[ -ca.?- ]  ̣  ̣  ̣  ̣σ̣αν̣  ̣ευ̣  ̣ρακατα[ -ca.?- ]
v
Ἁράμμωνα τὸν κονδούκτορα ἀπαίτησον τὰ ὁλοκόττινα ἡ γὰρ χρία(*) αὐτῶν
25πάνυ κατεπίγι(*) ἐάσας παρὰ τῇ μητρὶ Ἡρακλάμμωνος ὃ βούλεται· Ἀνδρέας γὰρ ὁ
νουμεράριος ἀπήντησεν καὶ μέλλει σοι ὀχλῆσαι διʼ ὃ οἶδας. πάντων δὲ τῶν ὀφφ(ικιαλίων)
ἀναπεμφθέντων ἐποίησα Ζωίλον κουφισθῆναι ὡς αὐτοῦ κακουμένου. καὶ ἀνακίμενο̣ς(*)
τὰς ἀναφορὰς παρεσχόμην τῷ κυρίῳ μου τῷ ἄρχοντι. καὶ ἤδη ὡς προεῖπον
πράττονται. παρήγγιλα(*) δὲ καὶ τῷ κυρ(ίῳ) μου Τιμαγένει πά̣ντας ἀναπέμψ̣ιν καὶ τουτ̣αυτοῦν αὐτῷ
30ὁ κύρ(ιός) μου ὁ σχολαστικός.
vac. ?
τῷ δεσπότῃ μ̣ο̣υ̣ π̣ά̣ντων τιμιωτάτῳ ἀδελφῷ Κυρίλλῳ ἐξκέπτορ(ι) Θεόδωρος
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar