Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Köln III 166 TM Nr. 37290

Byzantinischer Geschäftsbrief

Ort unbekannt VI - VII
Material Papyrus
Bemerkungen Tag: 12. (13.) Jan. Vgl. Tyche 17, 2002, S. 96f.
Inhalt Geschäftsbrief (νοτάριος an seine Herrin Maria), Kauf einer Kette, Adresse auf der Rückseite.
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
⳨ καὶ διὰ τοῦ συμμάχου τοῦ εὐλαβ(εστάτου) ἄπα Γεωργίου καὶ διὰ τῶν πεμφθέντων
διὰ τοῦ νοταρί\ου/ τοῦ κόμιτος Ἰούστου γραμμάτων, ἔτι μὴν καὶ διὰ τοῦ κυρίου
Κοσμᾶ γέγραφα τῇ ὑμετέρᾳ δεσποτείᾳ, ς τοῦ δεσπότου θεοῦ συνελθόντος
ηὗρον τὸ χαλαστάριν ὃ καταθυμίως ἐπέταξεν ἡ ὑμετέρα δεσποτεία·
5καὶ μὰ τὸν σωτῆρα θε̣[ό]ν, ς ὁ τοῦτο π̣ω̣λῶν διεβεβαιώσατο μεθʼ ὅρκου,
παρεκαλεῖτο πωλῆσαι αὐτό· ἀλλʼ ἐμοῦ παρακαλέσαντος αὐτὸν ἐπὶ προθεσμία[ν]
ἡμερῶν εἴκοσι ἀπὸ τότε̣ ἐ̣κ̣[ώ]λυσα μὴ πραθῆναι ἄλλῃ· καὶ ἐπειδὴ ἔξωθεν
τῶν ἀκοῶν ὑμῶν ἐτελεύτησεν μακ̣αρίτη̣ς̣ Μ̣η̣ν̣ᾶς πρὸς ὃν τὸ
ἐπίσ̣τ̣α̣λμα ἐγένετο κα[ὶ] ο̣ὐ̣κηὗρον πόθεν τὴν τούτου τιμὴν διδόν̣αι,
10γ̣έγ̣ρ̣α̣φ̣α τοσαυτάκις τ̣ῇ̣ ἐμῇ δεσπ̣ο̣ί̣ν̣ῃ̣· καὶ νῦν τῶν σεβασμίων   ̣ψης
ἀποδοθέντων μοι ο̣[ὐ] μ̣[όνον μετ]ωνόμαζεν κ̣[α]ὶ̣ [  ̣]  ̣  ̣  ̣νεν περὶ τιμῆς,
ἀλλὰ καὶ ὑπομιμνήσκ[ομ]α̣ι̣ παρὰ τοῦ vac. ? ἀνθρώτου τοῦ πωλοῦντ̣[ος]
τοῦ   ̣ο̣υ̣λ̣  ̣ο̣υ  ̣ε  ̣ [  ̣  ̣]  ̣  ̣ ὡ̣ς̣ μ̣έχρι νῦν ἐλπιδοκοπῶ αὐτὸν ὡς οὔπω
ἦλθεν ἡ ἀπόκρισις διʼ ἀντιγράφων. παρακληθήτω οὖν ἡ ἐμὴ δέσποινη(*)
15συντόμως δηλῶσαί μοι τὴν ἀπόκρ̣ι̣σ̣ι̣ν̣ ἢ̣ τὴν τιμὴν τουτέστιν τὰ νο(μισμάτια)
ξζ ὡς αὐτὸς ἔφη ὡς ὡρκίσθη(*) κόμες Θεοδόσιος ὁ ταῦτα μὴ δεδωκὼς
ἢ ἐὰν κελεύει ἀποτάξασθαι ἵνα εὕρω ἀπολογήσασθαι τῷ ἀνθρώπῳ. μὰ τὸν
γὰρ σωτῆρα θεόν, ὥσπερ ἐπιθυμῶ τυχεῖν τοῦ ἐλέους τοῦ δεσπότου θεοῦ,
οὕτως ἐπιθυμῶ δουλεῦσαι τοῖς ἐμοῖς δεσπόταις. καὶ τὴν δὲ ἐπιστολήν, καθὼς
20ἐκέλευσεν, πρὸς τὴν κύραν Εὐφημίαν ἕνεκεν τῶν χειροψελλίων γράφω καὶ ἀπὸ-
δίδωμι μετὰ καὶ προσκυνήσεως μήπως καὶ μετὰ ταῦτα ζητῆσαι ἔχει σου ἡ δεσπο\τεία̣/
καὶ αὐτὰ τὰ χειροψέλλια, θέλων ἐν παντὶ πληρῶσαι τὴν κέλευσιν τῆς ὑμετέρας
δεσποτείας. ⳨ Τῦβι ιζ ιζ ιζ
(hand 2) τῇ ἐμῇ δεσποίνῃ ((unintelligible)) τῇ κυρᾳ(*) ⳨ Κύρος νοτάρ̣ι̣(ος).
25(hand 3) ⳨ κυρᾳ(*) Μαρίᾳ
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar