Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
π(αρά)
τ̣ὸ̣ [ἐξοδ]ιασθὲν χρυσί[ο]ν ἀπὸ λόγου ἐκφορίων Κόμα, ὡ(*) ἐσ̣τ̣ιν ν[ο]μίσματα ἑκατόν ̣ ̣ ̣ ̣
ἀ[π]έστιλα(*) εἰς τὴν πόλιν διὰ πιστικοῦ ἀνθρώπου. τοῦ δοθέντος παρὰ τοῦ γραμματέως τῆς κώμ[ης] ἀγρ[οῦ] κ̣α̣τ̣α̣-
βολὴν καὶ ἐντάγιον δέξηται ὁ αὐτὸς γραμματεως(*). καταξιώσ̣ῃ̣ δὲ ἡ σὴ ἀρετὴ δηλῶσαι Θεοδώρῳ τῷ ἀποτακταρίῳ
5καὶ Ἡ[συ]χίῳ, ἵνα συνβάλλοντε(*) μοι εἰς τὴν ἀπαίτησιν, ἐπε̣ιδήπερ οὐδὲ εἷς τῶν δεσποτικῶν κατέβαλεν
ἕνα διʼ ὅλων ἕως τῆς δευρω(*). καὶ εἰμὶ μόνον, τοὺς ὑπὸ ἐμαὶ(*) κτήτορας οὐκ ἐδυνήθην μεθωδεῦσαι(*).
[κα]τ[α]ξίωσον δέ, ὡς προεῖπον, δηλῶσαι τοῖς μνημονευθεῖσιν ἀνδράσιν, ἵνα ἔργον γέν[ηται] π̣ρ̣ὸ̣
τῆ[ς] κ[α]τασπορᾶς τοῦ ἀγροῦ. ἀυτὰ ταῦτα γράφω, ὥστε ἐμαὶ(*) μὴ εὑρεθῆναι ὑπόμεμψιν παρ[ὰ] τῆς σῆς
θαυμασιότητος, δέσποτα.
vτ̣ὸ̣ [ἐξοδ]ιασθὲν χρυσί[ο]ν ἀπὸ λόγου ἐκφορίων Κόμα, ὡ(*) ἐσ̣τ̣ιν ν[ο]μίσματα ἑκατόν ̣ ̣ ̣ ̣