Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἡ τῆς ὑμετέρας δικαιοκρισ[ί]ας καθαρότης πάντως κἀμὲ(*) ἐλεήσει τὸν γεγηρακότα καὶ ἀσυνθηκεὶ διαπεπονθότα καὶ χλεύην παρὰ Φιλοξένου τοῦ καθοσιωμένου(*) μαγιστριανοῦ.
οὗτος γὰρ λόγον ἐνωμότως μοι δεδωκὼς καὶ ἐπαγ[γειλ]ά̣μενος ὡς πάντως ὅσαπερ ἐπιζητεῖται εἰς τὴν τοῦ ῥιπαρίου λειτουργείαν(*) ἐκτὸς πάσης ὑπομνήσεως πληρώσει,
παρέχων μοι καὶ πρὸς βοήθειαν οἰκέτας τε καὶ συμμάχους καὶ [ἄ]λλους τοὺς ὀφείλοντας τὴν παραφυλακὴν τῆς πόλεως ποιεῖσθαι, οὐ μόνον δὲ τοῦτο, ἀλλʼ εἰ καὶ συμβῇ ἀτόπημά τι γενέσθαι
5αὐτὸν τὸ ἀζήμιον πληροιν(*) τοῖ[ς] τὴν βλάβην ὑπομένουσιν, ἀλλὰ καὶ τὰ ἄλλα πάντα τὰ συντίνοντα(*) εἰς τὴν λειτουργείαν(*) ταύτην ἀποκαθιστᾶν· τούτων δὲ ὅλων ἐκτὸς γεγένηται
καὶ παρορῶν με τὸν ἄθλιον καθʼ ἑκάστην ἡμέραν μετεωριζ[ό]μενον σχοινίοις καὶ πληγαῖς κατακοπτόμενον κατὰ τὸ σῶμα, μὴ κεκτημένον μὴ ἀδελφὸν μὴ συνγενῆ μὴ
υἱὸν δυνάμενον ἅμα μοι συνπαθῖν(*), ὡς λοιπὸν εἰς αὐτὸ τὸ τῆς σωτηρίας πνεῦμα δυστυχῖν(*) με. ὅθεν τὰς ἱκεσίας προσφέρω τῇ ὑμετέρᾳ ἐξουσίᾳ ὥστε ἐμὲ μὲν ἐλευθερωθῆναι
τᾶς(*) τοιαύτας(*) λειτουργεί[α]ς(*), [τὸν] δὲ [πρω]τ̣ό̣τ̣υπον καταναγκάζεσθαι ἢ διʼ ἑαυτοῦ ἢ διὰ οἱουδήποτε προσώπου τὴν τοιαύτην λειτουργίαν ἐξανύσαι, ἐμοῦ ἀποταξαμένου καὶ μὴ
δυναμένου [μηδαμῶς ὑπομένειν τ]ὴ̣ν τοιαύτην ἀπαρέτητον(*) καὶ φορτικωτάτην λειτουργίαν, ἵνα κἀγὼ(*) τούτου τυχὼν εὐχαριστήσω ταῖς ἀκλεινεις(*) ἀκοαῖς τῆς ὑμετέρας
10ἐξουσίας, μεγ̣αλο̣[πρεπέστατε ἡμῶν ἡγ]εμὼν κύριε. †