Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
στρατηγῶι
παρὰ Πτολεμαίου τοῦ Γλαυκίου
Μακεδόνος τῶν ὄντων ἐν κατοχῆι
5ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος
ἤδη δέκατον. ἀδικοῦμαι
ὑπὸ τῶν ἐν τῶι αὐτῶι ἱερῶι
καλλυντῶν καὶ ἀρτοκόπων
τῶν νυνὶ ἐφημερευόντων,
10καταβαινόντων δὲ καὶ εἰς τὸ
Ἀνουβιεῖον, Ἁρχήβιος ἰατροῦ
καὶ Μυὸς ἱματιοπώλου καὶ
τῶν ἄλλων, ὧν τὰ ὀνόματα
ἀγνοῶ. τοῦ γὰρ ιθ (ἔτους) Φαῶφι ια
15παραγενόμενοι ἐπὶ τὸ
Ἀσταρτιδεῖον(*), ἐν ὧι κατέχομαι
ἱερῶι, εἰσεβιάζοντο βουλό-
μενοι ἐξσπάσαι(*) με καὶ ἀλο-
γῆσαι, καθάπερ καὶ \ἐν τοῖς/ πρό-
20τερον χρόνοις ἐπεχείρησαν
οὔσης ἀποστάσεως, παρὰ τὸ
Ἕλληνά με εἶναι. ἐπεὶ ο[ὖ]ν
ἐγὼ μὲν συνιδὼν αὐτοὺς
ἀπονενοημένους ἐμαυτὸν
25συνέκλεισα, Ἁρμᾶιν δὲ
τὸν παρʼ ἐμοῦ εὑρόντες
ἐπὶ τοῦ δρόμου καταβαλόντες
ἔτυπτον τοῖς χαλκοῖς
ξυστῆρσιν. ἀξιῶ οὖν σε συν-
30τάξαι γράψαι Μενεδήμωι
τῶι παρὰ σοῦ ἐν τῶι Ἀνουβιείωι
ἐπαναγκάσαι αὐτοὺς τὰ δίκαιά μοι
ποιῆσαι, ἐὰν δὲ μὴ ὑπομένωσιν,
ἐξαποστεῖλαι αὐτοὺς ἐπὶ σέ,
35ὅπως διαλαβηι(*) περὶ αὐτῶν μισο-
πονήρως.
εὐτύχει.
(hand 4) Μενεδήμωι. προνοήθητι ὡς τεύξεται
τῶν δικαίων.
40(ἔτους) ιθ Φαῶφι ιθ.
v,md