Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Kell. I 74 TM Nr. 33328

Private Letter

Kellis (Oasis Magna) IV
Material Papyrus
Inhalt Brief (privat), Psais an Aron (Vater), Ernte, Oliven, Begleichung, Schuld (Geld)
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,ctr
κυρίῳ μου πατρὶ Ἄρωνι Ψάις
κεραμεὺς ὁ̣ υἱὸς χαίρειν.
ἀσπάζομαί σε πολλὰ τὸ πρὸ πάντων
καὶ ὑγιαίνειν εὔχομαι. ἡ μήτηρ μου
5καὶ οἱ ἀδελφοὶ κατʼ ὄνομα πολλά σε
ἀσπάζονται καὶ τὴν μητέρα Ἀγα-
πην πολλὰ ἀσπάζομαι καὶ τὴν θυγα-
τέρα αὐτῆς· ἀξιωθεὶς κατὰ τὴν
συνταγὴν πέμψον μοι τὸ ὀλί-
10γον πορφύρας εἰς χιτώνιον τῆς̣
μητρός μου καὶ τῆς ἀδελφῆς μου,
ἐπεὶ χρεία ἐστὶν καὶ κεῖται τὰ
σύνεργα ἕως πέμψῃς ταχέως
τὴν πορφύραν. μάθε δὲ ὅτι ἦρκεν
15τὰς ἐλαίας ὁ πατὴρ Κλωδιανὸς καὶ
δέδωκεν ἡμῖν τὸ μέρος τοῦ ἐπικει-
μένου καρποῦ, δέδωκεν δὲ τὰς ἐλαί-
ας Ψενπνούθῃ, καὶ ὡς ἄρτι οὔπω
ἐσχήκαμεν μισθούς. ὅπως δηλω-
20σῃς ἡμῖν εἰ θ̣έ̣[λεις] λαβεῖν εἲ(*) μ[ή.]
μάθε δὲ ὅτι Traces [ -ca.?- ]
ησαν ἡμῖν οἱ κ̣λ̣η̣ Traces [ -ca.?- ]
λου χάριν τῆς [πορφ]ύ̣ρ̣[ας]   ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
μὴ διστάξῃς τ[ὸ] γ̣ρά̣ψα̣ι̣ μ̣ο̣ι τῇ
25μητρὶ Ταγάπῃ [ὑπ]ο̣δεικ̣νύων̣
\ὅτι/· ἀπέστη ἀπὸ τῆς οἰκίας Πετεμ̣[ίνιος(?)]
καὶ ἐνοχλεῖ μοι σ̣υνεχῶς ὡς σοῦ
χρεωστούσης αὐτῷ. εἰ μὲν οὖν
χρεωστεῖς αὐτῷ τί ποτε, ὑπό-
30δειξόν μοι καὶ ἐκπλέξω αὐ-
τόν. ἀξιωθ̣εὶς δέ,
r,ms
(perpendicular) ὦ ἄδελφε Ἄρων, σπούδασον καταλαβεῖν ἡμᾶς, ἐπεὶ πάνυ χρείαν σου ἔχομεν.
(perpendicular) ἐρρῶσθαί σε εὔχο̣μ̣α̣ι̣, κ̣ύ̣ρ̣ι̣έ̣ μ̣ου δέσποτα.
v
κυρίῳ μου πατρὶ ἀδελφῷ
35Ἄρωνι ἐ̣ν̣ Κ̣έ̣λ̣[λει] Ψάις κ̣ε̣ρ̣α̣μ̣(εύς)
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar