Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
τῷ δεσπότῃ μου vac. ? Εὐμαθίῳ
vac. ? Διογένης.
πολλὰς ἀποστέλλων ἐπιστολὰς διὰ πολλοῦ μόλις \τὰ/ παρὰ σ[ο]ῦ
πεμπόμενα γ̣[ράμμ]α̣τα κομί\ζ̣/ο̣μ̣α̣ι̣, ἃ σπανίως ἀποστέλλ\ε/ις.
5ἀπέστ\ε/ιλα̣ κ̣α̣ὶ νῦν καὶ διὰ συμμάχου διαφέροντος Μέλανι τῷ
σπεκουλάτορι ἄλλας τρ\ε/ῖς ἐπιστολάς. ἱνοῦν(*) ταύτας ὑποδέξῃ,
γράφω. τὰς ὑδρεία[ς](*) κ̣αὶ κύθρας(*) καὶ βαυκάλεις μοι ἀπόστιλον(*)
διὰ τοῦ φέροντος τὰ ἐπιμηνίδια πλοίου. περὶ Φιλαδέλφου
οὐδέν μοι ἔγραψας. πῶς διάγ\ε/ι; ποίησον Σαλιοῦν τὸν
10ἀπὸ Τόκα δ̣ο̣ῦναι σ̣οι τὸ φελόνιον(*) Ἀθανασίου τοῦ βοηθοῦ, ἵνα
ἀποστίλῃς(*) ἡμεῖν(*) ἐνταῦθα. καὶ κεράμιον τυρῶν
ἀποσταλήτω ἡμεῖν(*). ἐλ\αί/ας ἀπόστιλον(*) καὶ φακῆν
λελεπισμένην ὀλίγην καὶ σιτάριον ὀλίγον λελεπισμένον,
τοσοῦτον ὅσον καὶ πέρυσι ἀπεστάλη. τὰς κερέας(*) τοῦ
15κραβάκτου μοι ἀπόστιλον(*). (hand 2?) πολλάκις σοι ἔγραψα ἵνα μοι δηλώσῃς
περὶ Θεοδώρου, εἰ ἐπαύσατο ἀλγῶν τὸν ὀδόντα. εἰ ἐλάβετ\ε/ τὸν χόρτον
τῆς Ἀδέου τὸν Κορνηλίου, δήλωλόν(*) μοι, καὶ περὶ τοῦ λάκκου καὶ περὶ
θερινῶν ἔργων ἐν ταῖ̣ς μηχαναῖς καὶ εἰ οἱ φόροι συνεπληρώ̣θησαν.
πῶς διάγει ἡ Διονυσία; vac. ? ἐρρῶσθαί σε πολλοῖς
20χρόνοις εὔχομαι,
κύριέ μου.
vvac. ? Διογένης.