Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[Φλαουίῳ] Μαρκέλλῳ τ̣ριβο[ύνῳ ἐπιτεταγμέν]ῳ̣ τῇ εἰρήνῃ vac. ?
[παρὰ Αὐρηλ]ίας Ἀττιένης ἀπὸ [τῆς Ὀξυρυγχειτῶ]ν̣ π̣ό̣λ̣ε̣ω̣ς̣. Παῦλός τις ὁρμώμενος
[ἀπὸ τῆς] α̣ὐτῆς πόλεως ῥιψοκινδύ[νως φερόμενο]ς̣ κα̣[τὰ β]ίαν καὶ κατʼ ἀνάγκην ἀφήρπα-
[σέν με καὶ] συνῆλθέν μοι πρὸς γάμ̣[ον ̣ ̣ ̣ ̣] ̣δο ̣ ̣ ̣ ̣μ[ ̣] ̣ ἐξ αὐτοῦ θηλυκὸν παιδίον
5[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ε[ἰ]σαγαγοῦσα εἰς τὸν ἡμ̣[έτε]ρ̣[ον οἶκο]ν̣ μη̣ ̣[ ̣]νπ̣ο̣ν̣ ̣ [ ̣ ̣] ̣[ ̣ ̣] ̣ τὴν ἀνελεύθερον
αὐτοῦ προαίρεσιν καὶ πάντα μου̣ τ̣ὰ̣ πράγματα κ[ ̣] ̣ ̣ι̣ο̣ν̣ ̣κ̣ [ ̣ ̣ ̣] ̣[ ̣ ̣ ̣] ̣σεν καταλείπων με
μετὰ κ̣α̣ὶ τῆς νηπίας μου θυγατρὸς ἐν καιρ ̣ ̣ ̣[ ̣] ̣μω συνῆλθεν [ἑ]ταίρᾳ(*) γυναικεὶ(*) καὶ εἴα̣σ̣έν με
χηρεύουσα<ν>. καὶ μετὰ χρόνον τινὰ πάλειν(*) ἐξηπ̣ά[τησ]εν διὰ πρεσβυτέρων ἄχρις οὗ πάλειν(*) συν-
εισενέγκω αὐτὸν εἰς τ̣ὸ̣ν̣ ἡμέτερον οἶκον γραψάμενός μοι συνπ̣α[ρ]αμ̣εῖναι τὴν συμβίωσιν̣
10εἰ δὲ βουληθείη τὰ αὐτὰ ἀνελεύθερα πράγματα διαπράξασθαι ἐκτίσιν(*) αὐτὸν χρυσίου οὐγκίας δύο
καὶ ὁ τούτου πατὴρ ἐνγράφως ἀνεδέξατο αὐτόν. καὶ ε̣ἰσαγαγοῦσα αὐτὸν [εἰς] τ[ὸ]ν ἡμέτερον οἶκον χίρο-
να(*) τῶν πρώτων αὐτοῦ σφαλ̣μ̣ά̣των ἐπεχείρησεν διαπράξασθαι κατα̣φρονήσα̣ς̣ τ̣ῆ̣ς̣ ὀ̣ρ̣φανίας
μου οὐ μόνον ὅτι ἐρή̣μωσιν εἰργάσατο κατὰ τοῦ οἴκου μου ἀλλὰ καὶ στρατιωτῶν ἐπιξενευσάν-
των τῷ ο̣ἴ̣κ̣ῳ μ̣ου ἀπεσύλησεν αὐτοὺς καὶ ἀνεχώρησεν καὶ ὕβρεις καὶ ζημίας ὑπέστην ἄχρις
15οὗ συνχωρήσουσίν(*) μοι τὸ ζῆν. εὐλαβηθεῖσα μὴ κίνδυνον πάλειν(*) ὑπομίνω(*) ὑπὲρ αὐτοῦ ῥεπού-
διον διὰ ταβουλαρίου προσέπεμψα αὐτῷ διὰ τοῦ τῆς πόλεως ταβουλαρίου κατὰ τὸν βασιλικὸν
νόμον. πάλειν(*) ῥιψοκινδύνως φερόμενος ἔχων τὴν γυναῖκαν(*) αὐτοῦ ἐπὶ τῆς οἰκείας(*) αὐτοῦ
συνπαραλαβὼν μεθʼ ἑαυτοῦ πλῆθος ἀνδρῶν ἀτάκτων ἀφήρπασέν με καὶ κατέκλεισεν
ἐπὶ τῆς οἰκείας(*) αὐτοῦ ἐπὶ <οὐκ(?)> ὀλίγας ἡμέρας καὶ ὅτε ἐνκύμων ἐγενόμην πάλειν(*) καταλείπων με
20συνῆλθεν τῇ αὐτῇ λεγομένῃ αὐτοῦ γυναικεὶ καὶ νῦν ἐπαγγέλλεταί μοι φθόνον τινὰ κε̣ι̣νεῖν(*)
κατʼ ἐμοῦ. ὅθεν παρακαλῶ τὴν σὴν τοὐμοῦ(*) στερρότητα κελεῦσαι αὐτὸν παρα[σ]τ̣ῆναι
καὶ ἀπαιτηθῆναι αὐτὸν κατὰ τὴν ἔνγραφον αὐτοῦ ὁμολογίαν τὰς δύο οὐγκείας(*) τοῦ χρυσοῦ καὶ
ὅσα ἐζημιώθην ὑπὲρ αὐτοῦ καὶ ἐπιστραφῆναι αὐτὸν ἐφʼ οἷς τετόλμηκεν κατʼ ἐμοῦ.
——
(hand 2) Αὐρηλία Ἀττίενα ἐπιδέδωκα
24,minf ((unintelligible))