Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ὑπόμνημα Νικάνορι παρὰ Φίβιος
τοῦ Πάσιτος, γεωργοῦ ἐξ Ὀξυρύγχων
τοῦ Ἀρσινοΐτου. γεωργῶ γῆν
βασιλικὴν (ἀρουρῶν) ρξ, καὶ ἡ γῆ
5παρέστηκεν· ἔδωκά σοι καὶ
πρότερον ἔντευξιν ὅτι
ἀφείρηταί(*) μου Κρησίλαος
ζεύγη ταυρικὰ β καὶ ὄνους
θηλείας β καὶ πώλους β,
10οὐθὲν ὀφείλοντος ἐμοῦ αὐτῶι·
κα̣λ̣ῶ̣ς̣ οὖν π̣ο̣ι̣ή̣[σε]ις μνησθεὶς
Θεοδώρωι, ἵνα προστάξηι [αὐτὸν]
ἀποδοῦναί μοι τὰ κτή̣ν̣[η, ὅ]πως
δύνωμαι ἀναπληροῦν τὰ ἐ̣[κ-]
15φόρια τῆς γῆς.
εὐτύχει.
τοῦ Πάσιτος, γεωργοῦ ἐξ Ὀξυρύγχων
τοῦ Ἀρσινοΐτου. γεωργῶ γῆν
βασιλικὴν (ἀρουρῶν) ρξ, καὶ ἡ γῆ
5παρέστηκεν· ἔδωκά σοι καὶ
πρότερον ἔντευξιν ὅτι
ἀφείρηταί(*) μου Κρησίλαος
ζεύγη ταυρικὰ β καὶ ὄνους
θηλείας β καὶ πώλους β,
10οὐθὲν ὀφείλοντος ἐμοῦ αὐτῶι·
κα̣λ̣ῶ̣ς̣ οὖν π̣ο̣ι̣ή̣[σε]ις μνησθεὶς
Θεοδώρωι, ἵνα προστάξηι [αὐτὸν]
ἀποδοῦναί μοι τὰ κτή̣ν̣[η, ὅ]πως
δύνωμαι ἀναπληροῦν τὰ ἐ̣[κ-]
15φόρια τῆς γῆς.
εὐτύχει.