Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Τρόφιμος πολλὰ χαίρειν.
πρὸ μὲν πάντων πολλά σε ἀσπά-
ζομαι καὶ τὴν σύμβιόν σου Κοπρία̣ν̣
5καὶ Ἰσιδωρος(*) καὶ Φούλλων(*) καὶ Ἑλενη(*)
καὶ τοὺς ἡμῶν πάντες(*) κατʼ ὄνομα.
ἔγραψάς μοι διὰ τῶν σῶν γραμ-
μάτων ὅτι καυ\χ/ώ\μενος/ ἐχόνομα
Διοδώρου ὅτι ἔπεμψά σοι ἀργύρια·
10ἐγὼ γὰρ οὐ καυχο͂μαι(*) ἐμα\υ/τὸν <ἃ(?)> ἔπεμ-
ψά σοι διὰ Φιλοξένου. εἰ επρακαται(*)
δὲ τὰ ἴδη(*) ὡν(*) ὑμᾶς ἔπεμψα, γράψον
μοι εἵνα(*) ἄλλα ὑμῖν πέμπω.
διμήνου δὲ ἤργηκα ὧδη(*), εἰ μή,
15ἤμελλα ὑμῖν παε̣ι(*) ἄλλα πέμπιν(*).
τὰ(*) σεσύλληχα δὲ κερμα(*) τηρῶ αὐ-
τὰ εἰς τὴν δίκην· τὰ ὑπομνή-
ματα γὰρ μένω. ἔγραψές(*) μοι
ὅτι ἐντ̣[υ]χε(*) κατὰ Πολυδεύκης(*)·
20ἐὰν δὲ ἔλθῃ μοι τὰ ὑπομνή-
ματα, ἐντυγχάνω κατʼ αὐτοῦ
καὶ τα̣τὰ Σαραποδώρου. ἠ δο-
κῖ(*) σοι δέ, πέμψον μοι κούκκου-
μαν ἐλαίου. ἔγραψές(*) μοι δὲ ὅτι κά-
25θῃ ἐν Λεξανδριαν(*) μετὰ τοῦ
μυχο[ῦ](*) σου· γράψον μοι δὲ τίς ἐστιν
ὁ μυχός(*) μου. ⟦ει χριαν̣⟧
ἐρρῶσσθαί(*) σε εὔχομαι.