Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ὁ πατὴρ χαίρειν.
εὐκαιρη(*) τις καὶ νῦν τοῦ ἀνερχομένου πρὸς ὑμᾶς.
ἀναγκαῖόν μοι ἐγένετο προσαγορεῦσαι ὑμᾶς.
5πάνυ θαυμάζω, υἱέ μου, μέχρις σήμερον γράμ-
ματά σου οὐκ ἔλαβον τὰ δηλοῦντά μοι τὰ περὶ τῆς
ὁλοκληρίας ὑμῶν. κἂν(*) ὥς, δέσποτά μοι(*), ἀντί-
γραψόν μοι ἐν τάχει· πάνυ γὰρ θλείβομαι(*) διότι
οὐκ ἐδεξάμην σου γράμματα. γενοῦ πρὸς τὸν ἀδελφὸν
10μου Θεόδωρον καὶ ποίησον αὐτὸν σκυλῆναι
πρὸς Τιμόθεον καὶ μεταδῶναι(*) αὐτῷ τὸ ἑτοῖμον
αὐτοῦ ποιῆσαι ἵνα εἰσβῇ προσεδρεῦσαι. ἤδη γὰρ
οἱ τῶν ἄλλων πόλεων συνείδησιν εἰσήνεγκαν
τοῖς κολλήγαις αὐτῶν, εἰσήλθαν. εἰσβαίνων οὖν
15μετὰ τῆς αἰσθῆτος(*) γνώτω ὁ ἐρχόμενος ἵνα ἑτοῖ-
μος εἰσβῇ. μὴ οὖν θελήσουσιν ἀσυνειδήτως
ἡμᾶς φέριν(*) πρὸς ἀλλήλους ὡς ε[ἰ]δότας ὅτι τὸ αὐ-
τὸ ἡμᾶς πάντας καταλαμβάνει. ἐκ̣[ε]λεύσθημεν γὰρ
μετὰ τῶν χλαμύδων εἰσβῆναι, ὅθεν ὁ ἐρχόμενος
20ἑτοῖμος ἐλθάτω(*) ὡς προσεδρεῦσαι μέλλων.
ἀσπάζομαι τὴν γλικυτάτην(*) μου θυγατέρα Μακκαρίαν(*)
καὶ τὴν δεσποίνην(*) μου μητέραν(*) ὑμῶν καὶ ὅλους
τοὺς ἡμῶν κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς
χρόνοις, κύριε υἱέ.
25Ἐπεὶφ κβ.