Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[Αὐρήλι]ος Μαξιμιανὸς Αὐρηλίῳ Ἀπίωνι
τῷ πατρὶ πλεῖστα χαίρειν.
[πρὸ πα]ντὸς εὔχομαί σε τὰ ἐν βίῳ κάλλιστα
[ὑπα]ρχθῆναι. γεινώσκειν(*) σε θέλω, ὅτι ὁ ἄνθρω-
5[πος] οὐκ ἔδωκε ἡμεῖν(*) τὰ ἔλαια οὐδὲ Πλωτίων
[ἔδ]ωκε ἡμεῖν(*) κέρμα, ὥστε ἡμᾶς ἀγοράσαι,
[καὶ] οὐκ ἔδωκε ὑλισὰ(*) οἰνάρια καὶ γεγόμω-
[κα τ]οὺς καμήλους καὶ το(*) τῆς ὄνου γόμον ἐποί-
[ησα], καὶ οὐκ ἔδωκε ἡμεῖν(*) τὴν ὄνον. ὑπονοῶ
10δὲ ὅτι ὑπάγει εἰς τὴν μεγάλην. διὰ τοῦτο οὐκ ἔδω-
κε τὸν χαλκόν. κέκμηκα μετʼ αὐτοῦ ὥστε
δοῦναι τὸ κέρμα τοῦ ἀνθρώπου καὶ ο̣ὐ̣κ̣ ἔδω-
[κεν. τὰ δὲ ἐ]ν̣εχθέντα μοι (δραχμαὶ) ω, ἔδωκα τῷ
[ἀνθρώπῳ] ἀπʼ αὐτῶν (δραχμὰς) χ. ἤθελε δὲ πάλιν
15[δοῦναί μοι τ]ὰ παρʼ ἐμοῦ. ἐὰν μὴ γράψῃς αὐτῷ
δοῦναι αὐτὰ \ἐμοὶ/ οὐ δίδει(*). πέμψον διὰ τῶν κτηνῶν
ἃ εἶπόν σοι μνᾶς δύο πορφύρας καὶ τὴν πορφύ-
ραν τῶν ἱματίων, καὶ ὁμοίως πέμψον Ἡρα-
κλείδῃ πορφύρας μνᾶς(*) α μεγάλων κύκλων.
20ἀσπάζεταί σε Ἡρακλείδης καὶ οἱ ἡμῶν πάντες
κατʼ ὄνομα. ἀλʼ(*) ὅρα, μὴ ἄλλως ποιήσῃς περὶ τῆς
πορφύρας τῶν μεγάλων κύκλων.
ἐρρῶσθ(αί σε) εὔχομαι πανοικὶ διὰ παντὸς
εὐτυχοῦντα.
vτῷ πατρὶ πλεῖστα χαίρειν.