Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας]
[θεῶν Ἐπιφανῶν ἔτους ἑβδόμου, ἐφʼ ἱερέως Φιλοστράτου]
[τοῦ - ca.11 - Ἀλεξάνδρου καὶ θεῶν Σω]τήρων καὶ θεῶν
[Ἀδε]λφῶν καὶ θ[εῶν Εὐερ]γε[τ]ῶν καὶ θεῶν Φιλοπατόρων καὶ
5θεῶν Ἐπιφανῶν κ[αὶ θεῶν Φ]ιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐερ-
γέτιδος Ἀσπασίας τῆς Χρυσέρμου, κανηφόρου Ἀρσινόης Φιλαδέλφ[ου]
Ἰσιδώρας τῆς Ἀπολλωνίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης
τῆς Πτολεμαίου, μηνὸς Γορπιαίου τρεισκαιδεκάτηι Φαμενὼθ
τρεισκαιδεκάτηι, ἐν Τρικωμίαι τῆς Θεμίστου μερίδος τοῦ
10Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Ἰούδας Ἰωσήφου Ἰουδαῖος τῆς
ἐπιγονῆς Ἀγαθοκλεῖ Πτολεμαίου Ἰουδαίωι τῶν Μολοσσ̣σ̣ο̣ῦ̣(*)
ἐν τῶι Ἡρακλεοπολίτηι τεταγμένων πεζῶν τακτομίσθω̣[ι],
χαλκοῦ νομίσματος τάλαντα δύο καὶ δραχμὰς πεντακο-
σίας εἰς μῆνας δεκαδύο ἀπὸ τοῦ προγεγραμμένου χρόνου τόκου
15ὡς ἐγ(*) δύο δραχμῶν τὴν μνᾶν ἑκάστην τὸν μῆνα ἕκαστον.
τοῦτο δʼ ἐστι τὸ δάνειον ὃ προσωφείλησεν Ἀγαθοκλῆς Ἰούδα[ι]
ἀπὸ τῶν πέντε ταλάντων ὧν εἰλήφη παρὰ τοῦ Ἰούδου εἰς προ-
βολὴν κοινῆς ἐργασίας μεταβολικῆς κατὰ συγγραφὴν ὁμο-
λογίας ἐφʼ ἧς συγγραφοφύλαξ Ἀνανίας Ἰωνάθου Ἰουδαῖος
20τῆς ἐπιγονῆς. ἀποδότω δὲ Ἀγαθοκλῆς Ἰούδαι τὸ διασε-
σαφημένον δάνειον καὶ τοὺς τόκους ἐμ(*) μηνὶ Μεχεὶρ τοῦ
ὀγδόου ἔτους, ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτει-
σάτω ἡμιόλιον. ἡ συγγραφὴ κυρία. μάρτυρες Δεινίας Αἰνέου,
Θρασέας Σωσιβίου, Θήβων Φανοκλέους, Σαμάηλος Ἰωάνου, οἱ τέσ-
25σαρες Ἰουδαῖοι τῆς ἐπιγονῆς, Θεόδωρος Θεοδώρου ὃς καὶ Σαμάηλος
καλεῖται, Νικάνωρ Ἰάσονος, οἱ δύο Ἰουδαῖοι τῶν διὰ Δωσιθέου
τῆς πρώτης ἱππαρχίας ὀγδοηκοντάρουροι.
vac. ? [ -ca.?- διὰ -ca.?- ] ̣[ -ca.?- ]
(hand 2) Ἀγαθοκλῆς ἔχω τὰ δύο τάλα[ντα καὶ τὰς πεντακοσίας δραχμὰς]
30τοῦ χαλκοῦ τὸ προγεγραμμένον δάνει̣[ο]ν̣, τ̣[έ]θειμαι τὴν συνγραφὴν
κυρίαν παρὰ συνγραφοφύλ\α/κι Δεινίαι.