Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[κυτάτ]ωι ἀδε[λ]φ[ῶι] πολ[λ]ὰ χαίρει[ν].
καὶ διὰ π[α]ντὸς εὔχομαί σε ὑγιένει\ν/(*)
καὶ ἐ[γὼ] αὐτὸς ὑγιένω(*). γινώσ-
5σκειν(*) σε θέλω ὅτει(*) εἰς γῆν
ἐλήλυθα τῇ ϛ τοῦ Ἐπεὶφ
μηνὸς καὶ ἐξεκενώσαμεν τῇ
ιη τοῦ αὐτοῦ μηνός. ἀνέβην
δὲ εἰς Ῥώμην τῇ κε τοῦ αὐ-
10τοῦ μηνὸς καὶ παρεδέξατο ἡ-
μᾶς ὁ τόπος ὡς ὁ θεὸς ἤθελεν,
καὶ καθʼ ἡμέραν προσδεχόμ[ε-]
θα διμισσωρίαν(*) ὥστε ἕως
σήμερον μηδέναν(*) ἀπολε-
15λύσθαι τῶν μετὰ σίτου.
ἀσπάζομαι τὴν σύνβιόν σου
πολλὰ καὶ Σερῆνον καὶ πάν-
τες(*) τοὺς φιλοῦντάς σε κατʼ ὄνο-
μα.
20ἔρρωσο Μεσορὴ θ.