Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ἀρέσκουσα Ἡρακλήωι τῶι ἀδελφῶι
χαίρειν.
ἔγραψάς μοι περὶ της(*) ὑὸς ἢ πωλῆσαι ἢ παρʼ ἐμοί μαι(*) ἐ-
νέγκαι ἢ χορηγῆσαι αὐτῇ τροφῖα(*). ἅμα γὰρ τῷ με
5θέλειν χορηγῆσαι λόγους οὐκ ὀλίγους ἀνήνεγκαν,
οὐκ ἐθαρρη(*) δὲ τὸν τοσοῦτον λόγον ὑποστῆναι
ἄνευ τῆς σῆς γνώμης. ἀλλʼ ἐπὶ λόγῳ ἔδωκα αὐτοῖς
δραχμὰς ὀκτὼ ἕως ἂν παραγένῃ καὶ εἰδῇς ὃ συν-
εφώνησας. τοῖς δὲ πώλοις χορηγῶ ὃ ἐπιζη-
10τοῦσι. πά[ν]τῃ πάντως μοι πέμψῃς τῷ ἀγωγίῳ
τούτῳ ἐριοξύλου δραχμὰς εἴκοσι σπουδαίας κρό-
κης. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς ἐπεὶ οἱ ἀδελφοί σου ἐπεν-
δύτην οὐκ ἔχουσι ἐκτριβέντων τῶν ἐριοξύ-
λων αὐτῶν, καὶ χρείαν ἔχουσι ὡς οἶδας καθὰ
15πάντοτε ἐν ἀγρῷ διατρείβουσι(*). ἄσπασαι τοὺς
σοὺς πάντας κατʼ ὄνομα. ἀσπάζεταί σε Χάρμος
καὶ Ἡρακλείδης καὶ Τανεχώτης καὶ Σαραπίων
καὶ ὁ μεικρὸς(*) Σεύθης καὶ Ταῦρις καὶ Ἀπολλωνά-
ριον καὶ οἱ παρʼ ἡμῶν πάντες.
20ἔ[ρ]ρ̣ω̣σο.
Ἡρακλήωι ☓ ἀδελ(φῷ) παρὰ Ἀρε[σκούσης].