Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀπολινᾶρις Ταήσι(*) τῇ μητρεὶ(*) καὶ κυρίᾳ
πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε
ὑγειαίνειν(*) κἀγὼ(*) αὐτὸς ὑγειαίνω(*) καὶ τὸ προσκύνη-
μά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γεινώσκειν(*) σε
5θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην
Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς.
οὔπω δὲ τὴν κετυρίαν(*) μου ἔγνων· οὐ γὰρ ἀπε-
ληλύτειν(*) εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην
ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε,
10μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τό-
πον ἦλθον. καλῶς δὲ ποιης(*) γράψασσά(*) μοι ἐπιστο-
λὴν πε[ρ]ὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ
τῶν σῶν πάντων. καὶ γὼ(*) εἴ τινα ἐὰν εὕρω γράφω
σοι· οὐ μὴ ὀκνήσω σοι γράφιν(*). ἀσπάζομαι τοὺς ἀ-
15δελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέ-
κνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ.
ἀσπάζ[ο]μαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ
τέκν[α] αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς.
ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνο-
20μα.
ἐρρῶσθαί σε εὔχομαι.
vπολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε