Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
1aΒοήθωι συγγενεῖ καὶ ἐ̣πιστρατ̣ή̣γωι
1bπαρʼ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος κα[ὶ] Ἀμμωνί̣α̣ς τῆς καὶ Σεμμίνιος καὶ Ἡρακλείας ἣ Σεναπᾶθις
καὶ Ἡραίδος ἣ Τάσρις τῶν Πτολεμαίου Κυρηναίων καταγινομένων ἐν Παθύρει. ἀδικούμεθʼ ὑπὸ Καλλιμήδου
τοῦ Ἀπολλωνίου ὃς Πατοῦς Ψεμμώνθου τῶν πεζῶν καὶ Καλίβιος γυναικὸς αὐτοῦ καὶ τῶν τούτων
υἱῶν Ὀρσέους καὶ Πανοβχ<ο>ύνιος. τοῦ προγεγραμμένου πατρὸς ἡμῶν Πτολεμαίου τοῦ Ἑρμοκράτου ὃς ἦν
5τῶν Διοδότου πεζῶν μεταλλάξαντος τὸν βίον καὶ ἀπ[ο]λιπόντος ἡμῖν τὰ ὑπάρχοντʼ αὐτῶι ἀδιάθετα
ὁ ἐνκεκλημένος ὑπερισχύων καταφρονήσας τῶι νε[ω]τέρας ἀπολελεῖφθαι, ὡς δὲ κατὰ τὸ συνγενικὸν ἐπελ-
θὼν σὺν τοῖς ἐνκαλουμένοις καὶ ἄλλοις οὔτε κατʼ ἀνχιστείαν ἀπογραψάμενοι οὔτε κατὰ διαθήκην ἀπολε-
λειμμένοι ἐπίτροποι κατὰ τὸ σιωπώμενον ἐμβατεύσαντες εἰς τὴν ὑπάρχουσαν ἡμῖν οἰκίαν ἐν τῆι Παθύρει
ἐνώικησαν βίαι οἳ ἐπανοίξαντες τὸν οἶκον καὶ τὰ ἀπολειφθένθʼ ἡμῖν ὑπὸ τοῦ πατρὸς ἡμῶν ἔπιπλα
10τάς τε προκτήσεις τῶν ἐνγα\ι̣/δίων(*) ἐξιδιασάμενοι ἀπηνέγκαντο καὶ ἀπʼ ἐκείνου διὰ παρευρέσεως ἀεί ποτε
ἀντιποιούμενοι τῶν ἡμετέρων παρʼ ἕκαστον καταβλάπτοντες διασείουσιν. ἐνήλικοι δὲ
γενόμεναι κατὰ τὸ ἀναγκαῖον κληρονομήσασαι ταξάμεναι τὰ καθήκοντα τέλη θεᾶι Βερενίκηι κυρι-
εύομεν. ὅθεν οὐκ ἀποδιδόντων τὰ ἡμέτερα ἐπεδώκαμεν ἐν τῶι λ (ἔτει) προσανγελίαν
Ἡρακλείδει γενομένωι ἀρχιφυ(λακίτηι) τοῦ Παθυρίτου ἐφʼ οὗ ἀνομολογησάμενοι μόλις ἀπέδωκάν τινα. Συναλλά-
15γμαθα(*) δὲ καὶ συμβόλαια ἰδιόχρεα καὶ ἕτερα γράμματα λοιμανάμενοι(*) ἔβλαψαν τὰ διʼ αὐτῶν διάφορα
τά τʼ ἔπιπλα ταξάμενοι ἀποδοῦναι οὐκ ἐποίησαν, οἰόμενοι ὅρκωι ἀποκλύσαντες ἡμᾶς
στερέσειν, προφανῶς ἔνοχοι ὄντες φωρᾶι λείας ἐφημμένοι ἀλλοτρίων καὶ ταῦτʼ ὀρφανικῶν. ὑπὲρ ὧν
πλειονακι(*) ἐντετευχυιῶν ὑπερέχων ἡμᾶς ἀπράκτους καθίστησι. καὶ ἐν τῶι δὲ λβ (ἔτει) καταπερι-
σταντες ⟦ ̣ ̣ ̣ ̣⟧ σὺν Ὁνῆι τῶι ὑπεπιστατήσαντ[ι] τῆι βίαι ἀπηνέγκαντο (πυροῦ) ἀρ(τάβας) ιγ καὶ ἐξ οἴκου
20Ὁνῆς κριθῆς ἀρ(τάβας) γ, ἀντιποιοῦνται δὲ καὶ τῆς προγεγραμμένης οἰκίας. διὸ καὶ ἐπὶ Σαντοβίθυος
[τοῦ στρατηγοῦ - ca.13 - συ]νσχεθεὶς ἠξίωσεν ὡς μετὰ τὴν δίεσιν παντὶ δίκαιον
[- ca.39 -]ου. Ὡσαύτως ἐπὶ Πτολεμαίου τοῦ ἐπὶ τοῦ Παθυρ(ίτου)
[- ca.39 -]μ̣ων κληρονομίαν καὶ συνγραφὴν πατρικῆς
[- ca.38 - ὑ]πογραφήν. οὕτως ἑκουσίως ὁ Καλλιμήδης
25[- ca.37 - τὴ]ν ὑπογραφήν. οὕτως ἑκουσίως ὁ Καλλιμήδης
[- ca.42 -]α διὰ μον[ο]γράφου Θορ[τ]αίου ἔφεσιν λαβόν-
[- ca.66 -] τοῦ λδ (ἔτους)
v1bπαρʼ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος κα[ὶ] Ἀμμωνί̣α̣ς τῆς καὶ Σεμμίνιος καὶ Ἡρακλείας ἣ Σεναπᾶθις