Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
οἰκίαν Σοκέως τοῦ Νεχαύιος μαχίμου ἐν Αὐήρει· ἀκηκόαμεν δὲ καταπεπλευ-
κέναι ὅπως ἔντευξιν ἐμβάλη[ι Ἀπ]ολλωνίωι περὶ ἡμῶν, παραλιπὼν τόν
τε ἀποδόμενον καὶ τὸν ἀγοράσαντα, οἰόμενος ἡμᾶς διασείσιν(*) ἐὰν
5Ἀπολλωνίωι ἐντύχηι. καλῶς οὖν ποιήσεις, εἴ σοι εὔκαιρόν ἐστιν καὶ ἂν ἐν δυ-
νατῶι ἦι, μετελθεῖν τὸν ἄνθρωπον ὅπως μὴ καταγινωσκώμεθα ὑπὸ
τῶν λοιπῶν. γεγράφαμεν δὲ κα̣ὶ̣ Ἀπολλωνίωι τῶι ἑρμηνεῖ περὶ τούτων,
ὅπως ἂν καὶ ἐκειν(*) κακώσηι αὐτὸν καθὸ δύναται.
ἔρρωσο. (ἔτους) λϛ Φαρμοῦθι α.