Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
(inverse) ἀπέδοτο Μαθ̣θαβεινη Αββα τοῦ Γ[ο]ρα Μαρκουπολεῖ-
τις(*)
(inverse) δοῦλον αὐτῆς [ο]ἰκογενῆ Αψαλμαν ἢ καὶ εἴ τινι
(inverse) ἑτέρῳ ὀνόμ[ατι] κ̣αλεῖται (δηναρίων) χ, ἐπρίατο Μαθααθη.
ἐπὶ ὑπάτθων Φουλουίου Αἰμιλλιανοῦ̣(*) [τὸ β] κ̣αὶ Νεουί[ο]υ(*)
5Ἀκυλίνου πρὸ ὀκτὼ Εἰδῶν Νοεμ[βρ]ί̣ων ἥτ̣ις ἐστὶν
μηνὸς̣ Δ̣[ί]ου(*) ἕκτῃ τοῦ φξα ἔτους ἐν Μαρκουπόλει ἐπὶ
τῶν ἐπιβεβλη[μ]ένων μαρτύρων. ἀπέδοτο καὶ
κατεγράψατο Μαθθαβεινη Αββα τοῦ Γορα Μαρκουπολεῖ-
τις(*), συνπαρόντος(*) [αὐ]τῇ τοῦ καὶ ὑπὲρ αὐτῆς ὑπογράφον̣-
10τος Αὐρηλίου Κωζα ἀδελφοῦ αὐτῆς, δοῦλον αὐτῆς [ο]ἰκο-
γενῆ ὀνόματι Αψαλμ̣αν μητρὸς Μαθσεινης ὡς ἐτῶν
δεκατριῶν μ(ικρῷ) π(λέον) ἥ(ττω), μεσόχρουν, εὐθύρινα, ὑπό τι σύνοφρυν,
ὠτότρητον, αἰγόφθαλ[μ]ον, ὑγιῆ καὶ ἀνέπαφον· ἐπρίατο
τὸν αὐτὸν δοῦλον ὠνῇ καὶ πράσσει(*) Αὐρηλία Μαθααθη
15Γομαιμου Μαρκουπολεῖτις τειμῆς(*) ἀργυρίου δηναρίων
ἑξακοσίων , καὶ τὴν τει-
μὴν(*) κομισα̣μένη ἡ ἀποδομέ-
νη παρὰ τῆς αἰωνημένης(*) παρέδωκεν αὐτῇ τὸν αὐτὸν
δοῦλον εἰς τὸ ἔχειν, κτᾶσθαι, πωλεῖν, διοικεῖν, χρᾶσθαι οἵῳ
βούλεται τρόπῳ· καὶ ἀναδέχεται ἵνʼ ἐάν τις ἀντιποιηθῇ
20τοῦ αὐτοῦ δούλου ἢ μέρους αὐτοῦ, στᾶσαν τὴν ἀποδομέ-
νην διεκδικήσειν καὶ καθαροπ[ο]ιήσειν καὶ ἀπολύσειν
τὸν ἀντιποιούμενον· εἰ δὲ μή, ἐκτίσει ἣν ἐκομίσατο τει-
μὴν(*) καὶ τὸ βλάβος ὁμοίως· ἐὰν δὲ καὶ ὑπὸ ἱερᾶς νόσου
ἐνοχληθῇ ὁ αὐτὸς δοῦλος ἐντὸς τῆς ἔνγιστα(*) ἑξαμήνου,
25ἀναδοῦσαν τὴν ἀποδομένην ἣν εἴληφεν τειμήν(*),
παραλήμψηται αὐτόν. ταῦτα οὕτως καλῶς γενέσθαι
φυλαχθῆναί τε πίστει ἐπηρώτησεν ἡ αἰωνημένη(*),
πίστει ὡμολόγησεν ἡ ἀποδομένη μετὰ παρουσίας
Κωζα ἀδελφοῦ αὐτῆς. τούτων ἐγένετο ἀντισύνγρα-
30φ̣α(*) δύο ὧ̣ν̣ τὸ ἕτερο̣ν καταχωρισθήσεται ἐν τοῖς ἐνταῦθα
δημοσί[οι]ς ἀρχείοις.
Syriac 7 lines
40ἐγρά(φη) παρὰ Βαλεσῳ νο(μικῷ).
vτις(*)