Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] Μ̣αρκέλ̣λ̣ῳ τῷ διασημο̣τ̣άτῳ διέπον̣[τ]ι τ̣ὰ̣ [μέ]ρ̣[η τῆς] ἡγεμονείας(*) παρὰ Ρωσταμ[ου]
[ ̣ ̣ ̣ ̣ ̣ ̣ο]υ τῶν ἀπὸ Βείρθας(*) Οκβανων. vac. ?
[Ταλαιπω]ρίαν πάσχων, δέσποτα, ἐπὶ σὲ καταφεύγω καὶ ἀξιῶ εὐμενῶς προσέσθαι μου
[τὴν ἀξίω]σιν· τε[λ]ευτῶν γὰρ, κύριε, ὁ δηλούμενός μου πατὴρ κατέλειψέν μοι ἄμπελον
5[ἐν τῇ Β]είρθᾳ(*) ὄντι πάνυ νεωτέρῳ· συνβὰ[ν](*) δ̣ὲ τὴν Περσῶν καὶ γεγενῆσθαι
[ ̣ ̣ ̣ ̣ ̣ ̣]υν μόλις ἐκφυγεῖν καὶ γενέσθαι ἐν Ἀππάδνᾳ τὴν ἐφήμερον τροφὴν πορι̣-
[ ̣ ̣ ̣ μετ]ὰ δὲ ταῦτα γενομένου μου ἐν τῇ Βείρθᾳ(*) καὶ βουλομένου τὴν αὐτὴν καταλει-
[φθεῖσάν] μ̣οι ἄμπελον καρπίσασθαι, Βαρσημαιας τις Θαϊμου, ἀνὴρ πάνυ βίαιος καὶ αὐθά-
[δης ὑπάρ]χων πολύ τε ἐν τοῖς τόποις δυνάμενος, οὐκ οἶδα τίνι λόγῳ ἢ ποίῳ δικαίῳ
10[χρησά]μενος διακατέσχεν τὴν αὐτὴν ἄμπελον ὡς ἀπὸ ἑξαετοῦς χρόνου μέχρις
[σήμερον (?)], καταφρονένας(*) μου τῆς μετριότητος τῷ μηδενα\ν/(*) με ἔχειν μηδὲ τῶν γεινο-
[μένων](*)[ ὑ]πʼ ἐμοῦ ἐντυχιῶν τῷ κατὰ τόπους ἑκατοντάρχῳ φροντίδα ποιούμενος.
[ἐπε]ὶ̣ οὖν, κύρι[ε], οὐδαμόθεν ἔχω ἐγδικίας(*) τυχεῖν ἐὰν μὴ ἡ σὴ συνεπινεύσῃ μοι τύχη,
ὀχλοῦμε(*) γὰρ καὶ ὑπὸ Βαθσαββαθας γενεμενης δανιστρη(*) τοῦ αὐτοῦ πατρός μου ᾗ καὶ ὑπό-
15κειτε(*) ἡ αὐτὴ ἄμπελος, vac. ? ἀξιῶ καὶ δέομαι, εἴ σου τῇ τύχῃ δοκῇ, διʼ ὑπογραφῆς σου κελεῦσε(*)
τ̣ῷ ἐν Ἀπ[πά]δ̣νᾳ ἐπιτρόπῳ Κλ(αυδίῳ)· Ἀρίστωνι, ἢ ο(*) ἄν σου τῇ τύχῃ δοκῇ, τὴν τοῦ αὐτοῦ Βαρ-
σ̣ημαια κ̣[ ̣ ̣], καιλεῦσε(*) δὲ αὐτῷ οὗ χρόνο̣[υ ἐ]καρπίσατο ἀποδοῦναί μοι τὰς προσόδους. οὕτως
γὰρ διὰ τὴ̣[ν σὴ]ν τύχην ἀνὴρ μέτριος τῶν ἐ̣[μ]ῶ̣ν μὴ στερεθεὶς(*) καὶ ἀνεπηριαστος(*) μείνας
[ἕ]ξω σοι εἰς̣ [ἀεὶ εὐ]χ̣αριστεῖν. vac. ?
20(hand 2) Κλάτιος [ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]ς ἐρωτηθὶς(*) ἔγραψα ὑπὲρ [Ρωστα]μου ἀγραμμάτου διαπενψαμένου(*) τὰ πιτάκια(*).
(hand 1) δ̣ιε̣[ ̣ ̣]χ[ ̣]ι.