Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Par. 21 ter TM Nr. 23611 (HGV Nr. 23611b)

Contrat de vente de l'an 599 de J. C.

Panopolis 599, 13. Juli
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
X, S. 159; XI, S. 176
Bemerkungen Gehört zu P.Par., S. 257.
Inhalt Vertrag, Kauf, Haus, Eid (Kaiser), Notarsunterschrift
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ἐν ὀνόματι τοῦ] κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν,
[βασιλείας τοῦ γαλη]νοτάτου ἡμῶν δεσπότου Φλ(αουίου) Μαυρικίου Τιβερίου τοῦ αἰωνίου
[Αὐγούστου καὶ Αὐτοκράτορος], ἔτους ἑπτακαιδεκάτου
Ἐπεὶφ ιθ, τρίτης ἰνδ(ικτίωνος) †
5† Αὐρήλιος Ἀρσένιος Καλλ[ινίκου μητρὸς] Εὐγενίας χρυσοχόος ἀπὸ τῆς
[- ca.9 - παρέχων ὑπὲρ αὑτοῦ ὑπο]γράφεα καὶ μάρτυρας τῆσδε
[τῆς αἰωνίας πράσεως τοῦς ἑξῆς ὑπογράφοντας τίθ]ε̣μ̣α̣ι̣ τήνδε τὴν
καταγραφὴν καθʼ ἁ[πλῆν ἔγγραφον ἀσφάλει]αν ὑμῖν Αὐρηλίοις
Παχυμίῳ Ψάτου πο[ρφυροπώλῃ καὶ] Μαρίᾳ ἀδελφην.
10[ὁ] προγεγραμμέ(νος) Ἀρσένιος [ἀπὸ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ταύτης, νῦν δὲ] τὴν οἴκησιν
ἔχων ἐπὶ τῆσδε τῆς πό[λεως - ca.10 -] πιπράσκω καὶ ὁμολογῶ γνώμῃ
[ἑκουσίᾳ καὶ αὐ]θαιρέτῳ βουλήσει καὶ ἀδολῳ συνειδήσει καὶ ἀμετατρέπτῳ
[λογισμῷ καὶ] ἀμεταβλήτῳ σκοπῷ καὶ ἀμετανοήτῳ προαιρέσει, βεβαίᾳ
[δὴ ὀρθῇ δια]νοίᾳ, παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ καὶ ἐξουσίᾳ πά-
15[σῃ καὶ αἰω]νίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὸν ἅπαντα καὶ διηνεκῆ χρόνον
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ὀμ]νύμενος τήν τε ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην
[καὶ διαμονὴν τ]ῶν θεοφυλάκτων δεσποτῶν τῆς οἰκουμέν(ης) Φ(λαουίων) Μαυρικίου
[Τιβερίου καὶ Αἰ]λίας Κωνσταντίνας τῶν αἰωνίων Αὐγούστων καὶ αὐτοκρ(ατόρων)
[πεπρακέναι ὑ]μῖν καὶ καταγεγραφηκέναι καλῇ πίστει καὶ αἱρέσει σέμερον(*) πεπεισμέ(νος)
20[τὸ ἐμὸν μέρος] τρίτον οἰκίας ὁλοκλήρου τριστέγου καὶ τῶν ἀναγαίων
[πάντων μετὰ] παντὸς αὐτῆς τοῦ δικαίου, κοινῆς οὔσης τῆς αὐτῆς οἰκίας
[πρός τε ἐμὲ καὶ] Μαρίαν καὶ Ἰωάνναν ἄλλην ἡμῶν ἀδελφὴν κατὰ τὸ ὑπόλοιπον
[τρίτον μέρος],
τῆς καὶ περιελθούσης εἰς ἡμᾶς ἀπὸ πατρικῆς ἡμῶν διαδοχῆς
25διακειμένης ἐπὶ τῆσδε τῆς Πανοπόλ(εως) ῥύμης τῆς μεγάλης ἐκκλησίας· γείτονες τῆς
[ὅλης οἰκί]ας· νότου στενὸν ῥύμιον· βορρᾶ οἰκία τῶν κληρονόμων τοῦ
[- ca.11 - ἀπηλιώτου ῥ]ύμη δημοσία εἰς ἣν ἀνέῳκται ἡ θύρα· λιβὸς
[- ca.9 - ἢ οἳ ἂν ὦσι γείτονες] πάντῃ πάντοθεν,
-- -- -- -- -- -- -- -- -- --
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar