Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

SB I 5112 TM Nr. 23153

Hauskauf

Apollonopolis 618, 3. Jan.
Andere Publikationen P.Lond. II 210 (S. XX)
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XIII, S. 193 BL online
Bemerkungen Zu Z. 81 vgl. Diethart - Worp, Notarsunterschriften, S. 32. Zu Z. 78 vgl. ZPE 151, 2005, S. 150. Zu Z. 26-27 vgl. Daniel, Architectural Orientation, S. 55 mit Anm. 50 und 51. Zu Z. 75 vgl. TravMém 16, 2010, S. 360, Anm. 5.
Inhalt Vertrag, Kauf, Haus, Eid (Kaiser), Notarsunterschrift
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ -ca.?- ]
καὶ μ[ετὰ τὴν ὑπατείαν τοῦ αὐτοῦ θειοτάτου καὶ]
γαλην[οτάτου ἡμῶν δεσπότου Φλ(αουίου) Ἡρακλείου - ca.21 -]
† Ἰωάνν[ης υἱὸς Πιστώιτος ἐλάχ(ιστος) ἀναγνώστης ἁγίας ἐκκλησίας Ἀπόλλωνος]
5καὶ ἡ τούτ[ου μήτηρ Αὐρηλία Μάρθα θυγάτηρ Σουροῦτος ἐκ μητρὸς Σοφίας]
ὁρμώμ[ενοι μὲν ἀπὸ - ca.42 -]
Ἰωάννη[ς καὶ Μάρθα οἱ προγεγραμμένοι παρέχοντες ὑπὲ]ρ [αὐτῶν]
ὑπογρ[αφέα - ca.16 - ὑπὲρ αὐ]τῶν ὑπογράφοντα κ[αὶ]
μάρτυρ[ας - ca.19 - μαρ]τυρούντων τῇ παρούσῃ βεβαίᾳ
10καὶ ἀπα̣[ραβάτῳ πράσει]. † Αὐρηλίοις Βίκτορι
υἱῷ Δανι[η]λίου Τανουβε[- ca.11 -]ες Σαβίνου καὶ τῇ τούτο(υ)
συμβίῳ Ἡραειδος(*) ἐκ πατρὸς Ζαχαρίας, ἐκ μητρὸς Τερήτ, ἀπὸ τῆς
αὐτῆς πόλεως χαίρ(ειν). ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι
Ἰωάννης καὶ Μάρθης ἡ τούτο(υ) μήτηρ ἑκόντες καὶ πεπεισμένοι
15ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης
καὶ συ[ναρ]παγῆς καὶ οἱα[σ]δή[πο]τε κακονοίας καὶ κακοηθείας
καὶ παν[τὸ]ς ἐλαττώματος καὶ πάσ[ης ν]ομίμου περιγραφῆς, ἅμα δὲ ἐπωμοσάμεθα πρὸς δὲ τὴς ἁγίας καὶ ὁμοουσίου τριαδα(*)
καὶ νίκην καὶ διαμονὴν τῶν γαληνοτάτων καὶ θεωστηρίκτων
ἡμῶν δεσποτῶν Φλ(αουίων) Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου
20τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων καὶ Νικήτα τοῦ πανευφήμου καὶ
ὑπερφυ[εστά]του πατρικίου πεπ[ρα]κέναι σήμερον κατὰ τήνδε τὴν
ὠνιακ[ὴν] ἀσφάλειαν ὑμῖν τοῖς προγεγ[ραμ]μένοις Βίκτορι καὶ Ἡραείδι
συμβίῳ καὶ καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ πληρεστάτῳ παντὶ
δεσποτε[ί]ας δικαίῳ ἐπʼ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ
25ἀεὶ ἅπαντα διηνεκῆ χρόνον τὸ ὑπάρχον καὶ διαφέρον ἡμῖν
νοτίνου ἥμισυ μέρος ἀπὸ τοῦ ἀπηλιωτικοῦ συμποσίου ἀνεῳγμένην
ἐπὶ λι[βὸς] καὶ τὸ ἥμισυ τοῦ ἀέρος αὐ[τοῦ, ἅ]π̣α̣ν̣ ἐν τῇ οἰκίᾳ Ταχτῶρε
διακείμενον ἐν τῷ ὑψώματι τῆς πόλε[ως] ἐπὶ λαύρας Τσιωθώρ,
καὶ τὴν ἀναλογίαν ἡμῶν ἀπὸ τοῦ πυλῶνος καὶ τοῦ πεσσοῦ καὶ
30μετὰ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου καὶ ἀπὸ πάντων
τῶν κοινωνιμιαίων τόπων, καὶ ὁμολογοῦμεν τοῦ λοιποῦ μηδὲ ἓν μέρος ἢ δίκαιον
ὑπολείπεσθαι ἡμῖν ἀπὸ τοῦ αὐτοῦ συμποσίου καὶ τοῦ ἀέρος αὐτοῦ καὶ ἀπὸ πάντων
τῶν κο[ινω]νιμιαίων τόπων ὡς εἴρηται [π]ε[ρι]ελθὸν εἰς ἡμᾶς ἀπὸ διαδοχῆς
Πιστώϊτος τοῦ μακαρίτου ἐμοῦ μὲν Ἰωάννης [π]ατρός, ἐμοῦ δὲ Μάρθης ἀνδρός.
35γείτονες δὲ τῆς αὐτῆς ὅλης οἰκίας νότου ῥύμη δημοσία, ἀπηλιώτου οἰκία τῶν
κληρ[ον]όμων Τκύρου, βορρᾶ οἰκία Τβενκημ(  ) καὶ ῥύμη δημοσία, λιβὸς
ῥύμη δημοσία, εἰς ἣν ἀνέῳκται ἡ θύρα τῆς αὐτῆς οἰκίας ἢ οἳ δʼ ἂν ὦσι
γείτονες πάντῃ πάντοθεν, καθὼς ἡμεῖ[ς οἱ] ἀποδόμενοι στόματι ὑπηγορεύσαμεν,
τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφων[ημέν]ης καὶ συναρεσάσης μεταξὺ
40ἡμῶν ἀμφοτέρων ἐπὶ βεβαίῳ καὶ ἀμεταθέτῳ λόγῳ χρυσοῦ δοκίμου
νομι[σμ]ατίου ἑνὸς διμοίρου ζυγῷ Ἀπόλλωνος, γί(νεται) χρ(υσοῦ) νο(μισμάτιον) α 𐅷 μόν(ον), ἥνπερ
τελείαν τιμὴν αὐτόθι ἀπεσχήκαμεν παρʼ ὑμῶν τῶν ὠνουμένων
ἀπὸ χειρὸς εἰς χεῖρας ἡμῶν ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ πληρηαίῳ σταθμῷ
ἐπʼ ὄψεσι [τ]ῶν ἑξῆς ὑπογραφόντων μαρ[τύρω]ν, πρὸς τῷ ὑμᾶς τοὺς
45ὠνουμένους ἐντεῦθεν καὶ ἐπὶ τὸ διηνεκὲς κρατεῖν καὶ κυριεύειν
καὶ δεσπόζειν κατὰ πᾶν δεσποτείας ἀναφαιρέτου δίκαιον καὶ οἰκεῖν
καὶ δι[ο]ικεῖν καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομεῖν καὶ ἐκχωρεῖν καὶ παραχωρεῖν
καὶ μετασχηματίζειν καὶ ἐκμισθοῦν καὶ ἐναλλάττειν καὶ νέμεσθαι καὶ
πωλεῖν καὶ χαρίσασθαι καὶ τέκνοις μεταδιδόναι καὶ κληρονόμοις
50καταλιμπάνειν καὶ διαδόχοις καὶ διακ[ατό]χοις καὶ χρᾶσθαι περὶ αὐτῶν
τρόπῳ παντὶ ὑμῖν ἀρέσκοντι ἀκωλύτως καὶ ἀνεμποδίστως,
βεβαι[ο]ῦν τε καὶ ἀποσοβήσειν τὴν παροῦσαν πρᾶσιν διὰ παντὸς
ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησόμενου. τὸν δὲ ἐπελευσόμενον
ἢ ἀντιποιησόμενον παραχρῆμα ἡμεῖς οἱ πεπρακότες ἐκστήσομεν καὶ
55ἐκδικ[ή]σομεν καὶ ἀποσοβήσομεν κ[αὶ κ]αθαροποιήσομεν ταύτην
τὴν πρᾶσιν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ κινδύνῳ κατὰ τὸν περὶ πράσεως
καὶ βεβαιώσεως νόμον. εἰ δὲ ἀσθενήσειμεν περὶ τὴν ἐκδίκησιν καὶ
καθαροποίησιν ταύτης τῆς πράσεως, ἑτοίμως ἔχομεν παρασχεῖν ὑμῖν
τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ, καὶ εἴ τ[ι] δʼ ἂν φανείητε ἀναλώσαντες
60εἴς τε οἰκοδομὴν καὶ ἀνανέωσιν καὶ ἑτ̣[έρ]αν ἐπιμέλειαν, καὶ αὐτὰ
ἐν διπλῇ ποσότητι, μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐμφερομένων
τῇ παρούσῃ πράσει, ἀλλʼ ἐφʼ ᾧ αὐτὴν καὶ πᾶν μέρος αὐτῆς κυρίαν εἶναι καὶ βεβαίαν,
καθότι καὶ ἔστιν ἐπὶ τὸ διηνεκές, ἥνπερ ἁπλῆν γραφεῖσαν ἐξεδόμεθα ὑμῖν
πρὸς ἀσφάλειαν ὑμῶν ἄτρωτον καὶ ἀπαράβατον ἁπανταχοῦ προφερομένην
65ἐν δημοσίῳ ἀρχείῳ γεγενημένην καὶ κατὰ [νό]μους τετελειωμένην, καὶ
εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν †.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίο(υ) πνεύματος
Τῦβι ὀγδόῃ τῆς ἕκτης ἰνδικτίονος, ἐν Ἀπόλλωνος ἄνω πόλει † †.
(hand 2) † Ἰωάννης υἱὸς Πιστώιτος ἐλάχ(ιστος) ἀναγνώστης ἁγίας ἐκκλησίας
70Ἀπόλλωνος ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν
καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγραμμ[έ]να ὡς πρόκειται. †
(hand 3) † Αὐρηλία Μάρθα θυγάτηρ Σουροῦτος ἐκ μητρὸς Σουφίας ἡ προγεγραμμένη
ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι ἅμα Ἰωάννην(*) τοῦ ἐμοῦ υἱοῦ
πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. † Φλ(άουιος) Σαβῖνος Ἀρσιλίου αἰτηθεὶς παρʼ αὐτῆς
75ὑπέγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυΐης †. (hand 4) † Φλ(άουιος) Ἀριστοφάνης πολ(ι)τ(ευόμενος) υἱὸς τοῦ τῆς μακαρ(ίας)
μνήμης [Πυ(?)]θ̣οδώρου μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων †.
(hand 5) † Θεοδόσιος υἱὸς Γεωργίου μαρτυρῶ τῇ πα[ρ]ούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμέν(ων) †.
(hand 6) † Φλ(άουιος) Παὰμ ἄπα Δίου πρ(εσβύτερος)   ̣  ̣ μαρτυ[ρῶ] τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων.
(hand 7) † Κύριλλος Παπνουθίου ἐλάχ(ιστος) διάκ(ονος) μαρτυρῶ τῇ πράσει κατʼ αἴτησιν τῶν θεμένων †.
80(hand 8) † Φλ(άουιος) Μουσαῖος Παύλου μαρτυρῶ τῇδε τῇ πράσει ἐξ αἰτήσεως τῶν θεμένων †.
(hand 9) † διʼ ἐμοῦ Δανιηλίου Ἡρακλείδου ἐγράφη †.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar