Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
βαίδος. ὁμολογεῖ Τασεῦς Πετ[ε]ε̣ῦτος Περσεινηι(*) μετὰ κυρίου καὶ ἐγγύου̣ π̣[ά]ν̣των
τῶν κατὰ τὴν συγγραφὴν ταύ[τ]ην εἰς ἔκτισιν τοῦ ἑαυτῆς ἀνδρὸς Πετσείριος τοῦ
Ὥρου Πέρσου τῆς ἐπιγονῆς, ἀμφότεροι τῶν ἀπὸ Τανάιως τῆς μέσης τοπαρχίας,
5Παάπει Φ⟦.⟧νᾶτο̣ς ἐν ἀγυιᾷ παρει[λ]ηφέναι παρʼ αὐτοῦ ἔτι ἀπὸ ἑπτακαιδεκάτης τοῦ
[ἐ]νεστῶτος [μ]η̣νὸς Π[α]χὼν ὃ ἀνείρηται(*) ἀπὸ κοπρίας εἰς δουλείαν θηλυκὸν
[σ]ω̣μ̣ά̣τ̣ιον ὧ[ι ἐ]πέθηκεν ὄνομ[α] Θερμουθάριον ὥστε τὴν ὁμολογοῦσαν τοῦτο
[θρέψαι] καὶ θηλ[ά]σαι τῶι ἰδίωι αὐτῆς γάλακτι, ἔτι δὲ καὶ τιθηνῆσαι ἐπὶ χρον(*) ἔτη
[δύο ἀπὸ] τῆς αὐτῆς ἑπτακαιδε[κ]άτης τοῦ Παχὼν, ἀντὶ τῶν ἑσταμένων χορη-
10[γή]σασθαι ὑ[π]ὸ τοῦ Παάπιος εἴ[ς τ]ε τροφεῖα καὶ εἱματισμὸν(*) καὶ τὴν ἄλλην τὴν
[ὑπὲ]ρ τοῦ σωμα[τ]ίου δαπάνην πᾶσαν κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑξήκοντα ,
[κ]αὶ δὴ αὐτόθ[ε]ν ἀπέχειν ἡ ὁμολογοῦσα καὶ ὁ ἀνὴρ καὶ ἔγγυο{ι}ς Πετσεῖρις(*) παρὰ
[τ]οῦ Παάπιος τὰς {τοῦ} ὑπὲρ τοῦ πρώτου ἐνιαυτοῦ ἀργυρίου ἑξηκον(*) ἐκ πλή-
[ρ]ους διὰ χειρὸς ἐξ οἴκου· τούτου δὲ πληρωθέντος εἰς ἅπαξ ἀποδώσει αὐ[τῆι] ὁ Παᾶπις
15τοῦ ἄλλου ἐνιαυτοῦ [ἀ]ργυρ[ίου δ]ραχμὰς ἑξήκοντα , ἐπὶ δὲ τὸν αὐτὸν [δι]ετηι(*)
[χρό]νον χορηγήσηι(*) αὐτῆι κα[τὰ] μῆνα ἐλαίου κοτύλας δύο . ἐπάναγκον [ο]ὖν
[τὴν] ὁμολογοῦσαν τὴν πᾶσα[ν] προστασιν(*) καὶ ἐπιμέλειαν ποήσασθαι(*)
[τούτου, ὡς αὐτῆι ἐπ]ιβάλλει, καὶ [μὴ] ἀνδροκοιτεῖν πρὸς τὸ μὴ διαφθαρῆναι
[τὸ γάλα μηδὲ ἐπι]κυεῖν μηδὲ ἕτερον σωμάτιον παραθηλάζειν μηδὲ
20 ̣ ̣ ̣ ̣ καὶ παραδότωι(*) τῶι Παάπει τὸ σωμάτιον προεστατ[η]μέ-
[νον, ὡς αὐτῆι ἐπι]βάλλει. ἐὰν μη(*) τι πάθῃ ἀνθρώπινον, ὃ καὶ συνφανὲ[ς γέν]ηται,
[ἡ ὁμ]ολογοῦσα ἀνέγκλητος ἔστωι(*), καὶ ἐὰν μὲν αἱρῆται ὁ Πᾶπις(*) ἕτερον
[αὐτῆι] ἐγχειρει(*) σωμάτιον, καὶ τοῦτο θρέψει ἐπὶ τὸν ἐνλείψοντα χρόνον
[ἐ]πὶ τοῖς προκειμένοις, ἐὰν δὲ μὴ βούληται τοῦτο ποῆσαι(*), ἀποδώσει αὐτῶι,
25[ὃ] ἐὰν φανῆι ὀφείλουσα πρὸς ὃν οὐδέπωι(*) τετρόφευκεν χρόνον. ἐὰν δὲ
παρασυνγραφουντες(*) μὴ ποιῇ καθὰ γέγραπται, ἀποτεισάτωι(*) τῶι Παάπει,
ὅτι εἴληφεν ἢ καὶ ἕξει παρʼ αὐτοῦ ἀργύριον μεθʼ ἡμιολίας καὶ τὸ βλάβος
κὰ(*) ἐπιτειμο(*) ἄλλας ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσ[ι]ον
τὰς ἴσας καὶ ἡ πρᾶξις ἔστωι(*) Παάπει ἔκ τε τῶν προγεγραμμένων
30καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων.
κυρία ἡ συνγραφηι(*). (hand 2) Τασεῦς Πετεεῦτος τέθειμαι τὴν ὁμολογίαν καὶ
ἐκθρέψωι(*) τὸ δουλικὸν σωμάτιον Θερμουθάριον ἐπὶ τὰ δύο ἔτηι(*)
καὶ ἔχωι(*) ἀπὸ τῶν τροφείων τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα
καὶ τὰ ἄλλα ποιήσωι(*), καθότι πρόκειται. Πετσεῖρις Ὥρου ἐπιγέγραμμαι τῆς
35γυναικὸς κύριος καὶ ἐνγυῶμαι εἰς ἔκτεισιν(*) τὰ προκείμενα. Ἡρακλεί-
δης Θέωνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.
(hand 3) Παᾶπι[ς] Φν̣[ᾶτος] εὐδοκῶι(*) τοῖς προκειμένοις.
(hand 4) [- ca.24 -] μελίχρ(ως) στρο(γγυλο)πρ(όσωπος) οὐλὴ γ̣ό̣ν̣(ατι) ἀ̣[ρ]ι̣σ̣(τερῷ).