Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶ[ν]
Αὐτοκρατόρων Διοκλητιανο̣ῦ τὸ̣ [θ]
καὶ Μαξιμιαν̣[ο]ῦ̣ τὸ η Σεβαστῶν. [ -ca.?- ]
Αὐρήλιος Ἡρακλᾶς Ζωϊλᾶτος μ̣[η(τρὸς) Τα-]
5αφύγχιος ἀπὸ τῆς λαμ(πρᾶς) καὶ λαμ(προτάτης) Ὀ[ξυρυγ]χ̣[ε]ι̣[των](*)
πόλεως, ταπητό̣υφος τὴν̣ τ̣έχ[νην,]
Αὐρηλίῳ Κεφάλωνι Ἀμμωνίου ̣[ ̣ ̣ ̣ ̣ ̣]
τος ἀπὸ τῆς αὐτῆς πόλεως, ἐπιστάτῃ ἐργ[α-]
στηρίου τῆς αὐτῆς τέχνης, χα̣ί̣ρε̣ι̣[ν.]
10ὁμ[ο]λ̣ο̣γῶ ἐσχηκέναι παρὰ <σοῦ> ἐν π̣ρ̣οχ̣ρ̣είᾳ
ἀργυρίου τάλαντα̣ δ̣ύο, (γίνονται) (τάλαντα) β, ἐφʼ ᾧτʼ ἐμὲ
συνεργάσασθαί σοι ἐν ᾧ ἔχεις ἐργαστηρίῳ
ταπητουφεικῷ(*) ἐν τῇ αὐτῇ πόλει λαμβά-
νοντα παρὰ σοῦ ἡμερησίως ὑπὲρ μισθοῦ
15ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι , καὶ μὴ ἐξεῖ-
ναί μοι ἐνκαταλίπ̣ι̣ν(*) τὸ ἐργαστήριον. ἐὰν
δὲ ἐνκαταλίψω(*), πάραυτα ἐκτίσω(*) σοι τὰ
προκίμενα(*) το̣ῦ̣ ἀ̣[ρ]γυρίο[υ] τ̣[ά]λ̣α̣ντα δύο
ἄνευ τόκου̣ κ̣αὶ ἄνε̣υ πάσης ὑπερθέσεως
20καὶ εὑρησιλογεία[ς](*), γεινομένης(*) σοι τῆς
πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρ-
χόντων μοι πάν̣τ̣ων. κύριον τὸ τῆς προ-
χρείας χειρόγραφον ἁπλοῦν γραφὲν παν-
ταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ
25σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθ[εὶ]ς ὡμολόγησα.
(ἔτους) κ καὶ (ἔτους) ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ
Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μα̣ξ̣ι̣μ̣ιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων, Φαρμοῦθι ιθ.
——
(hand 2) Αὐρήλιος Ἡρακλᾶς ἔσχον τὰ τῆς πρ[οχ]ρείας τά-
30λαντα δύο καὶ ἀποδώσω ὡς πρόκιτ[α]ι̣(*) καὶ ἐπερω-
τηθεὶς ὡμολόγησα. Αὐ̣ρ̣ήλιος Ἀγ̣α̣θὸς Δαί-
μων Διονυσίου ἔγραψα ὑ(πὲρ) αὐτοῦ ἀξιωθε̣ὶ̣ς
φαμένου μὴ εἰδέναι γράμματα.