Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
μετὰ τὴν ὑπατίαν(*) τῶν δεσποτῶν ἡμῶν Θεοδοσίο[υ] τὸ ιβ καὶ Οὐαλεντινιανοῦ τὸ β
τῶν αἰωνίων Αὐγούστων Φαμενὼθ ιζ̣.
τῇ τάξι(*) τοῦ πρίγκιπος τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος
ἐπαρχίας Ἀρκαδίας ἑπομένων Πτολεμαίου καὶ Παύ̣λ̣ο̣υ̣ σιγγο̣υλαρίων
5καὶ ἐκβιβαστῶν παρὰ Αὐρηλίων Παυσιρίου καὶ Ὡρίωνος υἱῶν Ὡρον̣α̣ ̣ ̣ ̣ ̣,
τοῦ αὐτοῦ Ὡρίωνος ποιουμένου τὸν λόγον ὑπὲρ Ὀνν̣ω̣φ̣ρίο[υ] Ὀννωφρ[ί]ο̣υ̣
κατὰ τὴν δοθεῖσαν αὐτῷ ἔγγραφον ἐντολήν, ἀμφοτέρων ἀπὸ κώμης
Σενοκώμεως τοῦ Ὀξυρυγχίτου νομοῦ. Κύρου ἀπὸ τῆς μεγαλοπόλεως
πραγματευτοῦ διὰ λιβέλλου δόσεως προσελθόντος τῇ αὐτῇ ἐξουσίᾳ τοῦ αὐτοῦ
10κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαουίου Δημητριανοῦ Μαξίμου καὶ αἰτιασαμένων(*)
ἡμᾶς περὶ χρέους καὶ τῆς ἀποφάσεως ἐμφανισθείσης ἡμῖν τῆς βουλομένης
ἢ διαλύσασθαι ἢ δικάσασθαι, ἐπερ̣ι̣ζόμενοι(*) τοίνυν τοῖς ἡμετέροις δικαίοις
εἰς τὴν δέ̣[ουσ]α̣ν ἀντίρρησιν ἐληλύθαμεν, ἐπικαλούμενοι τὴν ἐν τῷ ἀχράντ\ῳ/ σου
δι̣κα̣σ̣τ̣ηρίων(*) διάγνωσι̣ν̣, εἰς περέωσιν(*) τῶν ἀποφανθέντων.
15κ̣[α]τ̣ὰ̣ τοῦτο ὁμολογοῦμεν ἐξ ἀλλεγγύης(*) ἐπομνύμενοι θεὸν τὸν παντοκρ̣άτορα
καὶ τὴν εὐσέβι[α]ν(*) τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Φλαουίων
[Θ]εο̣δο̣σίου καὶ Οὐαλεντινιαν[ο]ῦ τῶν αἰωνίων Αὐγούστων ἐπὶ τῷ ἡμᾶς ἐντεῦθεν
ἤ̣δ̣η ἀ̣ν̣α̣π̣λ̣ε̣[ῦ]σαι εἰς τὴν τάξιν ὅπου δʼ ἂν διάγει(*) τὸ δικαστήριον καὶ δικάσασθαι πρὸς τὸν
[προκεί]μενον ἀντίδικον καὶ μὴ ἀπολιφθῆναι(*) ἄχρι πέρατος τύχῃ τὰ τῆς ὑποθέσεως
20[ε]ἰ̣ς̣ [τὸ] ἐν μηδε[ν]ὶ ἡμᾶς μεμφθῆναι. κυρία ἡ ἀ[ντί]ρρησις ἁπ̣λ̣ῆ̣ γρ[α]φεῖσα καὶ ἐπερ(ωτηθεὶς) ὡμολόγησα.
(hand 2) Αὐρήλιοι Παυσίριος καὶ Ὡρίων υἱοὶ Ὡρονα̣ ̣ ̣[ ̣ ̣] ἀ̣[π]ὸ κ[ώ]μ̣η̣ς̣ Σ̣ε̣ν̣[οκώμε]ω̣ς̣ πεποιήμεθα τὴν
ἀντίρησιν(*) καὶ ὠμόσαμεν τὸ[ν] θεῖον ὅρκον κα[ὶ] π̣ο̣ι̣η̣σ̣ό̣μ̣ε̣θ̣α̣ ὡς πρόκειται. Αὐρήλιος Ἡρακλᾶς
Γαιανοῦ ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μ[ὴ εἰ]δότων.
(hand 1?) δι εμυ ̣ ̣ ̣ ̣ṃẹụ ̣
vτῶν αἰωνίων Αὐγούστων Φαμενὼθ ιζ̣.