Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
νιάρχης κοσμητὴς ἐξηγητὴς ὑπομνηματογράφος
βουλευτὴς τῆ[ς] λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων,
γ[υ]μνασ[ι]αρχήσας βουλ[ε]υτὴς ἔναρχος πρύτανις τῆς
5λαμπρᾶς κ[αὶ] λαμπροτάτη[ς Ὀ]ξυρυγχιτῶν πόλεως.
τὰ τῆς ἀνακ[ο]μιδῆς τῆς εὐθενείας τῶν [γ]ενναιοτάτων
στρα[τ]ιωτῶν οὐδὲ βραχεῖαν ἀνάθεσ[ι]ν ἐπιδέχεται, καὶ διὰ τούτο,
καὶ γραμμάτων ἡμᾶς εἰς τοῦτο κατεπειγόντων τοῦ κρα-
τίστου διοικητοῦ Αὐρηλίου Π[ρ]ωτέα ἔτι̣ [δ]ὲ̣ κ̣[α]ὶ̣ τ̣[οῦ] κρατίστου
10Ἀμμ[ω]νίου, καὶ τῶν πλοίων ἤδη τῶν ὑπ[ο]δεχομένων
τὰ εἴδη ἐφορμούντων, ἐδέησεν εἰς ἐπιμελητῶν ὀ[νο-]
μα̣σίαν συναγαγεῖν πρόσκλητον βουλή̣ν̣, ἵνα προτεθείση[ς]
σκέψεως περὶ μόνου τούτου τοῦ κεφαλαί[ο]υ τ̣έ̣λ̣ε̣σιν τὴν
ταχίστην λάβῃ τὰ λειτουργήματα. ἵ̣ν̣[α οὖν π]ά̣ντες̣ ἑ̣κό̣ν̣τες
15[ὦσι(?)] β̣ο̣υ̣λ̣ε̣υ̣ταὶ τοῦτο γνό̣ν̣[τε]ς ἐν τῇ σήμερο[ν ἥτ]ι̣ς ἐσ̣τ[ὶ]ν ιε̣,
[τὰ γρά]μ̣μ̣[α]τ̣α̣ δημοσίᾳ πρόκειτ[α]ι. καλῶς δ̣[ὲ] ἔχειν ἐ̣νόμισα
[γινώσκει(?)]ν̣ ὑμᾶς δ̣ι̣[ὰ το]ῦδε τοῦ προ[γ]ράμματος συ̣ντε̣τ̣α-
[χέναι ἡμᾶς] ὑ̣μῖ̣ν συ̣ν̣ε[ιδό]σ̣ιν πρὸς τὰ κελευσθέντα ὀξέως
[συναχ]θ̣ῆνα̣ι, ο[ὐ]δενὸς ἄ[λλο]υ̣ ἐν τῇ παρούσῃ συνό̣δ̣ῳ μένον-
20[τος, ψ]η̣φ̣ί̣σ̣α̣σ̣θαί τ̣ε̣ τὰς̣ [τ]ῶν λ[ειτ]ουργῶν χειρο̣[τ]ο̣[ν]ίας.
[(ἔτους) β (?) -ca.?- ιε. ]