Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ΐδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ συνεστῶτος Αὐρηλίου Θέωνος
τοῦ καὶ Νεπωτιανοῦ καὶ ὡς χρημα(τίζει) τὴν ἑαυτῆς θυγατέραν Αὐρηλίαν
Ταυσεῖριν πρὸς γάμον ἀνδρὶ Αὐρηλίῳ Ἀρσινόῳ Τρύφωνος μητρὸς Δη-
5μητρίας ἀπὸ τῆς αὐτῆς πόλεως, ᾧ προσφέρει ἡ αὐτὴ ἐκδότις ἐπὶ τῇ
αὐτῇ θυγατρὶ αὐτῆς καὶ γαμουμένῃ ἐν φερνῇ χρυσοῦ κοινοῦ σταθμῷ
Ὀξυρυγχιτικῷ περιτραχήλιον μανιάκην καλούμενον ἔχον λίθον
ὁλκῆς χωρὶς τοῦ [λί]θ[ο]υ τετάρτων δεκατριῶν , ἁπτώδιον ἔχον
λίθους πέντε περικεχρυσωμένους ὁλκῆς χωρὶς τῶν λίθων τετάρτων
10τεσσάρων , ἐνωτίων ζεῦγος ἔχον πείνας(*) δέκα ὁλκῆς χωρὶς τῶν πει-
νῶν(*) τετάρτων τριῶν , δακτυλίδιον μεικρὸν(*) τετά[ρ]ταις(*) ἥμισυ(*) ,
καὶ ἐν ἱματίοις ἐν συντειμήσει(*) δελματικομαφόρτην ἀργέντινον
ἔνσημον δραχμῶν διακοσίων ἑξήκοντα , χιτώνιον λευκὸν μονα-
χὸν κροσωτὸν(*) ἔνσημον δραχμῶν ἑκατὸν ἑξήκοντα , δελματι-
15κομαφόρτην καλλάινον δραχμῶν ἑκατόν , ἕτερον δελματικομα-
φ[ό]ρ[τ]ην λευκὸν προπόρφυρον δραχμῶν ἑκατόν , ὡς εἶναι ἐπι τὸ αὐ-
τὸ τὴ̣ν̣ ὅ̣λ̣ην φερνὴν χρυσοῦ κοινοῦ μναγιαῖον(*) ἓν τετάρτας τέσσαρας
ἥμισυ καὶ σ̣υ̣ν̣τειμήσεως(*) ἱματίων δραχμὰς ἑξακοσίας εἴκοσι ,
πάντα κεφαλαί[ο]υ̣ οἷς οὐδὲν προσεγράφη, περὶ ἧς προκειμένης φερνῆς
20ἐ̣π̣[ε]ρ̣ω̣τηθεὶς <ὑπὸ> η(*) ἐκδοτις(*) Αὐρηλία(*) Θαησις(*) ὡμολόγησεν ὁ γαμῶν
Αὐρή[λιος] Ἀρσίνοος ἐσχηκέναι ἀριθμοῦ πλήρεις ἐπὶ τοῦ προκειμένου
σταθμ[οῦ κ]α̣ὶ συντειμήσεως(*). συνβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦν-
τες ἀμέμπτως φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν
ε̣ ̣[ ̣ ̣] ̣ χορηγε̣ί̣[τω] τῇ γυναικὶ τὰ δέοντα πάντα κατὰ δύναμιν.
25ἐ̣[ὰν δ]έ̣, ὃ [μὴ ε]ἴ̣η, ἐκ διαφορᾶς ἀπα[λλαγὴ τῶν γ]αμούντων γένηται,
ἀ̣π̣[οδότω] ὁ̣ γαμῶν τῇ ἐκδότιδ̣ι̣, [ἐὰν περιῇ, εἰ δ]ὲ̣ μή, τῇ γαμουμένῃ,
τὴ[ν π]ρ[οκει]μένην φερνὴν π[λήρη ἐν ἡμέρ]αις ἑξήκοντα ἀφʼ ἧς ἐὰν
α[ἴτη]μ̣α̣ γ̣έ̣ν̣ητ̣α̣ι, τ̣ὰ̣ μὲν χρυσία κ̣α̣τ̣ʼ ἀ̣[ρ]ί̣[θμη]σ̣ι̣ν̣ τοῦ ἐφʼ ἑκάστου σταθμοῦ,
ἐπὶ δὲ τῶν ἐπὶ συντειμήσεως(*) ἱματίων α̣ἵ̣ρ̣εσις ἔσται περὶ τοὺς περὶ τὴν
30γαμουμένην ἔχειν αὐτὰ τῆς τότε ἐσομένης αὐτῶν συντει̣μήσεως(*)
καὶ λ̣α̣β̣εῖν̣ [τ]ὸ̣ ἐ̣ν̣δέον ἐν ἀρ[γ]υ̣ρ̣ίῳ ἢ αὐτὴν τὴν προκειμένην συντείμη-
σιν(*), κ̣α̣ὶ̣ [τ]ὴ̣ν̣ τούτων πάν̣τ̣ω̣ν̣ τρίψιν καὶ ἀπουσίαν εἶναι πρὸς τὸν γαμοῦν-
τα. [ἐὰ]ν̣ [δὲ] καὶ ἐπὶ τῆς ἀπαλλαγῆς ἐγκυος ἠν(*) ἡ γαμουμένη, δότω αὐτῇ
ὁ γαμῶν εἰς λόγον δαπάνης λοχείας δραχμὰς τεσσαράκοντα . ἐπὶ δὲ τῆς
35ἀπαιτήσεως τῆς πρ[ο]κειμένης φερνῆς ἡ πρᾶξις ἔσται τοῖς περὶ τὴν γα-
μουμένην παρά τ̣ε̣ τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων.
κυρία ἡ συνγραφὴ δισσὴ [γρα]φεῖσα πρὸς τὸ ἑκάτερον ἔχειν μοναχόν, ἥνπερ ὁπη-
νίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν δημοσιώσει διὰ τοῦ καταλογείου
οὐ προσδεόμενος τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ̣ ἑτέρας εὐδοκήσεως
40διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα
ὀρθῶς καλῶς γείνεσθαι ἀλλήλους ἐπερωτήσαντ[ε]ς ὡμολόγησαν.
(ἔτους) ζ̣ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου
Λικι[νν]ί̣[ο]υ Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν
καὶ Π̣[ο]υ̣π̣λ̣[ίο]υ Λικιννίου Κορνηλίου Σαλωνείνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου
45Καίσ[αρ]ος Σεβαστῶν Μεχεὶρ β. (hand 2) Αὐρηλία Θαῆσις ἐξεδόμην
τὴν θυγατέραν μου πρὸς γάμον τῷ προτεταγμένῳ
Ἀρσινόῳ καὶ προσήνεγκα αὐτῷ τὴν προκειμένην φερ-
νὴν ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος
Θέων ὁ καὶ Νεπωτιανὸς συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ
50αὐ[τ]ῆς μὴ εἰδυίης γράμματα. (hand 3) Αὐρήλιος Ἀρσίνοος
[ἔσ]χον τὴν {την} προκειμέν̣η̣ν φερνή̣ν̣
καὶ ἐάν, ὅ μὴ εἴη, ἀπαλλαγὴ γένη-
ται, ἀποδώσω ὡς πρόκειται καὶ ἐπ-
ε[ρ]ωτηθεὶς ὡμολόγησα.