Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ἡραΐδος ἀμφοτερων(*) ἀπὸ Ὀξυρύγχων π[ό]λεως, ἡ δὲ Μεϊθοῦς χωρὶς κυρίου χρημα-
τίζουσα κατὰ τὰ Ῥωμ[αίω]ν ἔθη τέκνων δικαίῳ, Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Σαρα-
πίωνι Ἀγαθείν[ου] μητρὸς Ταπ̣[ο]σ̣ειριάδο[ς] ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμ[ο]λο-
5γοῦμεν πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰ[ς τὸ]ν ἀεὶ χρόνον τὸ ὑπάρχον ἡμ[ῖν] ἔξ ἴσου ἐ[ν]
τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Μυροβαλάνου ἥμι[σ]υ μέρ[ος] οἰκίας π̣α̣λ̣α̣[ι]ᾶ̣ς̣
καὶ τῶν ταύτης χρηστηρίων πάντων κοινωνικῆς πρὸς σὲ κατὰ τὸ λοιπὸν ἥμισυ·
τῆς δὲ ὅλης γείτονες νότου ῥύμη τυφλὴ βορρᾶ Θεωνίδος Ὥρου ἀπηλιώτου Δι[ο-]
γενίδος Διογένους καὶ ἄλλων λιβὸς δημοσία ῥύμη. τὰς δὲ συμπεφ[ω]νημ[έν]ας
10πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τοῦ αὐτοῦ ἡμίσους μέρ[ο]υς τῆς οἰκίας σὺν χρη[σ]τ̣[ηρίο]ις ἀργυ-
ρίου Σεβαστῶν νομίσματος δραχμὰς ἑπτακοσίας αὐτόθι ἀπέσχομεν παρὰ σοῦ
ἔξ ἴσου διὰ χειρὸς ἐκ πλήρους, διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις
καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμένου σοι ὑφʼ ἡμῶν ὡς πρόκειται
ἡμίσ[ους μέ]ρους τῆς οἰ[κίας] κ̣α̣[ὶ] χ̣[ρῆσ]θ̣αι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ, ὅπερ
15καὶ παρεξόμεθά σοι βέβεον(*) διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβεώσει(*) καὶ καθαρὸν ἀπό
τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους
καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς παντοίας καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. κυρία ἡ πρᾶ-
σις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου
οὐ προσδεόμενος με[τ]αδόσεως οὐδὲ ἑτέρας συνευδοκήσεως ἡμῶν διὰ τὸ ἐν-
20τεῦθεν εὐδοκεῖν ἡ[μ]ᾶς τῇ γεινομένῃ ὑπὸ σοῦ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα
ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. (ἔτους) ϛ
Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Καρπικῶν Μεγίστων
Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Παῦνι.
(hand 2) Αὐρηλία Μεειθοῦς Ἀπέωνος χωρεὶς(*) κυρίου χρηματίζουσα τέκνων δικαίῳ
25πέπρακα τὸ ἥμισυ μέρος σὺν τῷ Ἀγαθῷ Δέμονι(*) τῆς οἰκείας(*) καὶ ἀπέσχον
τὸ κατʼ ἐμὲ ἥμισυ μέρος τῶν τῆς τειμῆς(*) δραχμῶν ἑπτακοσίων καὶ βε-
βαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Διόσκο-
[ρ]ος Θέωνος ἔ\γ/ραψα ὑπὲρ αὐτῆς μὴ εἰδυείης(*) γράμματα. (hand 3) Αὐρήλιος Ἀγα-
[θ]ὸς Δαίμων Γεμείνου πέπρακα τὸ ἥμισυ μέρος τῆς οἰκί-
30[α]ς καὶ ἀπέσχον τὸ κατʼ ἐμὲ μέρος τῶν τῆς τειμῆς(*)
[ἀ]ργυρίου δραχμῶν ἑπτακοσίων καὶ βεβαιώσω ὡς
[πρ]όκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος
[Σ]αραπάμμων̣ Διογενης(*) ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰ-
[δό]τος γράμματα.