Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(hand 2) ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος
Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ
(hand 1) ιη (hand 2) ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος.
5ὁμολογεῖ Θνᾶς Πετοσοράπιος μητρὸς Ἡρᾶ-
τος τῆς Ἡρακλείδου μετὰ κυρίου τοῦ ἑαυ-
τῆς ἀδελφιδοῦς(*) Θομπαχράτου τοῦ
Παάπιος μητρὸς Τεκώσιος τῆς Πετοσορ-
άπιος Ἀμόιτι Ἀπολλωνίου τοῦ Σύρου
10μητρὸς Τεκώσιος καὶ τῇ τούτου γυναικὶ
Τεκώσει Θώνιος τοῦ Πετοσοράπιος μη-
τρὸς Ἐσενεῦτος μετὰ κυρίου τοῦ ἀνδρὸς
Ἀμόιτος, πάντες τῶν ἀπʼ Ὀξυρύγχων πό-
λεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτῶν ἀργυ-
15ρίου Σεβαστοῦ νομίσματος δραχμὰς τε-
τρακοσίας κεφαλαίου καὶ τοὺς καθήκον-
τας τούτων τόκους δανεισθείσας αὐ-
τοῖς ὑπὸ τοῦ γενομένου καὶ μετηλ-
λαχότος τῆς Θνᾶτος ἀνδρὸς Παπον-
20τῶτος το̣ῦ Ἀμόιτος τοῦ Θέωνος ὁπότε
[περι]ῆν κατὰ συγγραφὴν γεγονυῖαν διὰ
[τοῦ ἐ]ν Ὀξυρύγχων πόλει μνημονείου
τῷ ἑνδεκάτῳ ἔτει θεοῦ Οὐεσπασιανοῦ
μηνὶ Νέῳ Σεβαστῷ, ὧν ἡ πρᾶξις σὺν ἄλ-
25λοις τοῦ Παποντῶτος προφέρεται ἡ Θνᾶς
κατηντηκέναι εἰς ἑαυτὴν καθʼ ὃ ἔθετο
ὁ Παποντῶτος(*) ὁπότε περιῆν διάταγμα,
καὶ μηδὲν ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν
μηδʼ ἐπελεύσασθαι(*) Θνᾶν μηδʼ ἄλλον
30ὑπὲρ αὐτῆς οἷς ὁμολογεῖ μηδὲ τοῖς πα-
ρʼ αὐτῶν πε[ρ]ὶ μηδενὸς ἁπλῶς μέχρι
τῆς ἐνεστώσ̣η̣ς̣ [ἡμέρας, αὐτόθεν δὲ]
καὶ ἀναδε[δωκέναι αὐτοῖς τὴν ἐπιφο-]
ρον τοῦ δανείου συγγραφὴν κε̣χιασμέ-
35νην εἰς ἀκύρωσιν, ἢ χωρὶς τοῦ τὴν ἐσο-
μένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκ-
τίνειν Θνᾶν ἢ τὸν ὑπὲρ αὐτῆς ἐπελευ-
σόμενον τοῖς προγεγραμμένοις ἢ τοῖς
παρʼ αὐτῶν καθʼ ἑκάστην ἔφοδον τό τε
40βλάβος καὶ ἐπίτειμον(*) ἀργ(υρίου) (δραχμὰς) ἑκατὸν
καὶ εἰς τ[ὸ] δημόσιον τὰς ἴσας, καὶ μη-
θὲν ἧσσον κυρία ἡ συγγραφηι(*) (hand 1) ἔτους
——
τρίτου Αὐ[το]κράτορος Καίσαρος
[Δο]μι[τιανο]ῦ Σεβαστοῦ μηνὸς
45Νέου Σ[εβαστ]οῦ ὀκτωικαιδε-
[κάτηι](*)[, διὰ ̣ ̣ ̣ ̣ ̣]ν̣ος ἀγο(ρανόμου) κεχρημ(άτικα).