Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
παρὰ Αὐρηλίων Ἰσιδώρου καὶ Ἀσκληπιάδου καὶ Πλουτίνου ἀναπ[ομ-]
πῶν ἄρτου. αἰτηθέντες ὑπὸ σοῦ ἐκ τῶν ἐπισταλέντων σοι ὑπὸ
τοῦ διασημοτάτου ἡγεμόνος Πομπωνίου Ἰανουαριανοῦ καὶ τοῦ
5δι[α]σημοτάτου διοικητοῦ Αὐρηλίου [Πρωτέα] ἣν ἔχομεν αὐθεντικὴν
[ἀποχ]ὴν οὗ ἀνηνέγκαμεν καὶ δι[αδεδώ]καμεν ἄρτου, ἐπιδίδομέν σοι
τ̣ὴ̣[ν] προκειμένην αὐθεντικὴν ἀποχ[ὴν] καὶ ταύτης ἀντίγρα[φον ἀξι-]
οῦντες ὑποσημιώσασθαί(*) σ[ε] πρὸς τὸ καὶ ἡμᾶς τὸ ἀ̣[σ]φ̣[α]λ̣ὲς̣ ἔχ̣ει̣ν̣ [τῆς αὐ-]
τῆς αὐθεντικῆς ἀποχῆς. Μίκκαλος ἐπὶ διαδόσεως ἀννώνης
10Ἰσιδώρῳ καὶ Ἀσκληπιάδῃ ἐπιμεληταῖς {ἐ[π]ιμεληταῖς} Ὀξυρυγχε̣ίτ[ο]υ.
παραδ[ε]δώκατε ἐν τῇ Πανῶν πόλει κατὰ κέλευσιν Αὐρηλίου Πρ[ω-]
τέα τοῦ κρατίστου διοικητοῦ ἀκολούθως αἷς ἐπηνέγκατε φ[ορ-]
μαλείαις(*) χωρήσασι στρ[ατιώ]ταις καὶ ναύταις ἄρτου ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣]
ους μυριάδας τρῖς(*) καὶ ὀκτακισχιλ[ίους τ]ετρακοσίους ἐνενή-
15κοντα ἕξ, γί(νονται) μ(υριάδες) γ Ηυϙϛ .
(ἔτους) ϛ τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Πρόβου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι ἑκκαιδεκάτῃ, Τῦβι ιϛ.
(hand 2) Αὐρήλιος Φιλίαρχος ὁ καὶ Ὡρίων στρα(τηγὸς) Ὀξυρ[υ]γχ(ίτου) ἔσχον τὴν αὐθεντικὴν ἀποχὴν
συμφωνοῦσαν πρὸς τὸ προτεταγμένον ἀντίγρα(φον) ἣν καὶ κατέπεμψα
20ὡς ἐκελεύσθη. (ἔτους) β Παχὼν κϛ.
——