Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ζήνωνι χαίρειν Πύρων.
καλῶς ποιήσεις, καθὰ καὶ
προσεφώνησας ἀξιωθεὶς
καὶ ὡμολόγησας πᾶν τὸ
5δυνατὸν ποιήσειν, φροντίσας
ὅπως τό τε παιδίον ἱματισθῆι
καὶ εἰς τὸ παλαιστρίδιον ἀπο-
στέλληται ∶ μετὰ δὲ ταῦτα
αὐτό γε τὸ ἀναγκαῖον περὶ
10σιταρίου φροντίσας, ὅπως μὴ
ἐνδεεῖς ὦμεν καὶ ἐλαιδίου
καὶ κάν(*) τί σοι ἄλλο φαίνηται, ἵνα
παυσώμεθα ἀσχημονοῦντες·
καὶ εἴ σοι φαίνεται, μὴ \ἀποσύνταξον/ ὥσπερ
15τοὺς κυβευτὰς ἐπιτηροῦντας
ὡς ἂν εἰσερχώμεθα ἀπο-
π̣α̣ι̣δ̣α̣ρ̣ι̣ο̣ῦ̣ν̣ γυμνοὺς ἱστάντας
ἡμᾶς. ἀλλʼ εἴ σοι ἡμῶν
πολυτελέστερον τὸ τριβώνιον
20φαίνεται εἶναι, ὀθόνιόν τι ἡμῖν
σύνταξον δοῦναι, ἕως ἂν
ἱματίου ἐπήβολοι γενώμεθα.
καὶ τὸ ὅλον δὲ παῦσαι ἀσυνθετῶ\ν/
περὶ ὧν ἂν ὁμολογήσηις ἡμῖν,
25[ἵ]να μὴ [ἐ]ξαθυμῶμεν. καὶ πρὸς τὸν
Ἰάσονα γράψον περὶ ὧν σοι φαίνεται.
εὐτύχει.
καλῶς ποιήσεις, καθὰ καὶ
προσεφώνησας ἀξιωθεὶς
καὶ ὡμολόγησας πᾶν τὸ
5δυνατὸν ποιήσειν, φροντίσας
ὅπως τό τε παιδίον ἱματισθῆι
καὶ εἰς τὸ παλαιστρίδιον ἀπο-
στέλληται ∶ μετὰ δὲ ταῦτα
αὐτό γε τὸ ἀναγκαῖον περὶ
10σιταρίου φροντίσας, ὅπως μὴ
ἐνδεεῖς ὦμεν καὶ ἐλαιδίου
καὶ κάν(*) τί σοι ἄλλο φαίνηται, ἵνα
παυσώμεθα ἀσχημονοῦντες·
καὶ εἴ σοι φαίνεται, μὴ \ἀποσύνταξον/ ὥσπερ
15τοὺς κυβευτὰς ἐπιτηροῦντας
ὡς ἂν εἰσερχώμεθα ἀπο-
π̣α̣ι̣δ̣α̣ρ̣ι̣ο̣ῦ̣ν̣ γυμνοὺς ἱστάντας
ἡμᾶς. ἀλλʼ εἴ σοι ἡμῶν
πολυτελέστερον τὸ τριβώνιον
20φαίνεται εἶναι, ὀθόνιόν τι ἡμῖν
σύνταξον δοῦναι, ἕως ἂν
ἱματίου ἐπήβολοι γενώμεθα.
καὶ τὸ ὅλον δὲ παῦσαι ἀσυνθετῶ\ν/
περὶ ὧν ἂν ὁμολογήσηις ἡμῖν,
25[ἵ]να μὴ [ἐ]ξαθυμῶμεν. καὶ πρὸς τὸν
Ἰάσονα γράψον περὶ ὧν σοι φαίνεται.
εὐτύχει.