Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[παρὰ Λυσιμάχ]ο̣υ̣ τοῦ καὶ Διδύμο̣[υ] Ἡρακλείδου Ματιδείου το[ῦ] καὶ Καλλιτεκνείου οἰκοῦντος ἐν τοῖς ἰδίοις ἐν τῷ α
[γράμματι πλιν]θίῳ(*) ζ. Πε[τ]ρώνιος Μαμερτῖνος ὁ ἡγεμονεύσας φανε̣ρὰς ἐποίησεν ἡμῖν τὰς ὑπὸ τοῦ θεοῦ
[Ἁδριανοῦ το]ῦ̣ κα̣ὶ̣ [ο]ἰκιστοῦ τῆς πόλεως ἡμῶν εἰς ἡμᾶς εὐεργεσίας καθʼ ἃς ἐβουλήθη τρέφεσθαι τὰ τῶν Ἀντινοέων
5[τέκνα τὰ] ἀ̣πογ̣ραφόμενα ὑφʼ ἡμῶν τῶν γονέων ἐντὸς ἡμερῶν τριάκοντα ἀφʼ ἧς ἐὰν γένηται ἀπὸ τῶν προσερ-
[χομένω]ν εἰς τοῦτο συνχωρ[η]θέντων ὑπʼ αὐτοῦ χρημάτων καὶ ἄλλων προσόδων. ἀπογράφομαι οὖν τὸν γεν-
[νηθέντα] μ̣οι υἱὸν Ἡρακλεί[δη]ν τὸν καὶ Οὐαλέριον ἡμε̣ρ̣ῶν εἴκοσι ἐκ τῆς συνούσης μοι γυναικὸς Νιννα-
[ροῦτος Ὀρσενο]ύ̣φεως Ἀντ[ιν]οΐδος, οὗ καὶ ἀπαρχὴν ἐταξάμην διὰ τῆς κρατίστης βουλῆς, παρεχόμενος
[γνωστῆρας τ]ρ̣εῖς τοῦ τε γάμου̣ καὶ τῆς παιδοποιείας(*) (hand 2) Λυσανίαν Διδύμου Ματίδιον τὸν καὶ Πλωτίνιον,
10[Δίδυμον] Δίδυμον(*) Ματ[ί]διον τὸν καὶ Καλλιτέκνειον καὶ Πτολεμαῖον Ἡρακλείδου Ὀσειραντινόα τὸ\ν/ καὶ Κλειτόριον
(hand 1) [καὶ ὀμνύω] τὴν Αὐτοκράτορος Καίσαρος Τί[τ]ου Αἰλίου Ἁδριανοῦ Ἀντων̣ί̣νου Σεβαστοῦ Εὐσεβοῦς τύχην
[καὶ θεὸν μέγιστ]ον Ὀσειραντί[ν]οον ἀληθῆ εἶναι τὰ προγ[ε]γ̣ρ̣αμμένα ἢ ἔνοχος εἴην τῶι ὅρκωι. ―
[(ἔτους) ιδ Αὐτο]κράτορος Καίσ[α]ρος Τίτου Αἰλί[ο]υ Ἁδριανοῦ̣ Ἀντωνίνου Σεβασ[τ]οῦ Εὐσεβοῦς Μεχεὶρ ιε. (hand 2) Λυσίμαχος
[ὁ καὶ Δίδυμος] Ἡρακλείδ[ου ὁ] προγεγραμμ[έν]ο̣ς ἐπιδέδωκα τὴν [π]ροκειμένην ἀπογραφὴν τοῦ γεννη-
15[θέντος μοι υἱο]ῦ̣ Ἡρακλείδ[ου] τοῦ καὶ Οὐαλερ[ίου] ἡμερῶν εἴκοσι ἐκ τ̣ῆ̣ς συνούσης μοι γυναικὸς Νινναροῦτ̣ο̣ς̣
[Ὀρσενούφεως Ἀ]ντινοΐδος κ[α]ὶ ὄμα̣[σ]α(*) τ[ὸν] π̣ρ̣οκείμενον ὅρκ[ο]ν̣ ἀ̣λη̣θῆ εἶναι τὰ προγε̣[γρα]μμένα ἢ ἔν[ο-]
[χος εἴην τῶι ὅρκωι. (hand 3) Λυσανίας Διδύ]μου Ματίδι̣ο[ς ὁ καὶ Πλωτίνιος] ο̣ἰ̣κ̣ῶ̣ν̣ ἐ[ν τ]ῶι (αὐτῷ) γράματι(*) πλινθίωι(*) (αὐτῷ) [ὀ]μ[ν]ύωι(*) τὸν προκ(είμενον)
[ὅρκον γνωστεύειν τὸν προγεγ]ραμένον(*) παῖδα Ἡ[ρακλείδην τὸν καὶ] Οὐαλέριον ἡμερῶν εἴκοσι ⟦εκ⟧ γεννηθέντα τῶι Λυσιμάχωι
[τῶι καὶ Διδύμωι Ἀντινοεῖ ἐκ τ]ῆς αὐτοῦ γυν[αικὸς Νινναροῦτο]ς Ὀρσενούφεως Ἀντινοΐδος ἢ ἔνοχος εἴην τῶι ὅρκωι. (hand 4) Δίδυμος
20[Διδύμου Ματίδιος ὁ καὶ Καλ]λιτέκνιος οἰ[κῶν ἐν τῶι ̣] γ̣ρ̣άμματι πλι̣νθ(είῳ) η ὀμνύω τὸν προκίμενον ὅρκον
[γνωστεύειν τὸν προγεγραμμ]ε̣να(*) παῖδα Ἡρα[κλείδην τὸν κ]αὶ Οὐαλέριον [ἡ]μ̣ερῶν εἴκοσι γεννηθέντα τῷ Λυσιμά-
[χῳ τῷ καὶ Διδύμῳ Ἀντινοεῖ ἐκ τ]ῆ̣ς̣ α̣ὐ̣τ̣[ο]ῦ̣ γυναι[κὸς Νινναροῦτ]ο̣ς̣ Ὀ̣ρσε̣νούφεως Ἀντινοείδος ἢ ἔνοχο̣ς εἴην το(*) ὅρκῳ̣.
(hand 5) [Πτολεμαῖος Ἡρακλείδου Ὀσιραντινόειος ὁ κ]α̣ὶ̣ Κλειτό̣ριος οἰκο(*) ἐν το(*) βῆτα γράμματι
[πλινθείῳ ̣ ὀμνύω τὸν προκείμενον ὅρκ]ον γνωστεύειν τὸν προγεγραμμένων(*)
25[παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν ε]ἴκοσει(*) γεννηθέντα το(*) Λυοιμάχῳ(*)
[τῷ καὶ Διδύμῳ Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναι]κ̣ὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντι-
[νοΐδος ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.]