Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

SPP I S. 7 - 8, II TM Nr. 20808

Titel: keiner

Antinoopolis 454, 2. März
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
X, S. 260
Inhalt Vertrag, Kauf, Haus
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
† μετὰ τὴν \ὑ/πατ[είαν] Φλ(αουίων) Βινκομαλλο\υ/ καὶ Ὀπιλίωνος τῶν λαμπροτάτων
Φαμενὼθ ϛ ζ ἰνδικτί(ονος) ἐν Ἀντινοο\υ/πόλει τῇ λαμπρ(οτάτῃ).
Αὐρήλιος Κόλλο\υ/θος Σερήνο\υ/ μητρὸς Εὐθυμίας βραδέως [ὑπο]γράφων ἀπὸ Ἀντινοο\υ/-
πόλεως τῆς λαμπρο(τάτης) Αὐρηλίᾳ Τισοΐᾳ Ἰωσ[ηφ]ίο\υ/ [ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν·]
5ὁμολογῶ κατὰ τήνδε τὴν ἁπλῆν σύνγγραφον ἀσ[φάλειαν ἐπὶ τὸν ἀεὶ καὶ ἅπαντα]
χρόν[ο]ν πεπρακέναι σοι καὶ καταγεγραφηκ[έναι ἀμετανοήτῳ προαιρέσει]
καὶ καλῇ πίστει τὸ ὑπάρχον μοι καὶ ἐλθὸν εἰς ἐ[μὲ ἀπὸ κλη(ρονομίας) ἥμισυ μέρος οἰκίας]
σὺν φρέατι καὶ καταγαίῳ καὶ αὐλῇ καὶ χρηστηρ[ίοις πᾶσι πρὸς κοινωνίαν τῆς ἀδελφῆς μου]
Ταμο\υ/νίας γαμετῆς οὔσ[ης τοῦ δεῖν]ος ἀπὸ τῆς αὐτῆς [Ἀντινοουπόλεως·] ὧν γείτονες
10καθὼς ἐγὼ ὁ πωλῶν [ὑπηγόρ]ευσα νότο\υ/ Ἀπόλ̣[λωνος οἰκία, βορρᾶ ῥ]ύμη, λιβὸς
ἔπαυλις κοινὴ μεταξὺ ἐμο\ῦ/ Κολλούθο\υ/ καὶ τῶν συν[παρόντων κληρονόμων Χαιρή]μονος πρεσβ\υ/τέρ(ου),
ἀπηλιώτο\υ/ Κολλούθου χρυσοχόο\υ/ ἢ οἱοὶ(*) ἐὰν(*) ὦσει(*) γείτονες πάντῃ πάντοθεν τιμῆς τῆς
πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσο\ῦ/ νομισματίων δεσποτικ\ῶ/ν
δοκίμων εὐστάθμων ἀριθμῷ ἐννέα γί(νεται) χρ(υσοῦ) νο(μισμάτια) θ ἅπερ αὐτόθεν ἐγὼ ὁ ἀποδόμενος
15ἐκ πλήρους ἀπέσχον παρὰ σο\ῦ/ τῆς ὠνουμένης διὰ χειρὸς εἰς χεῖράς μο\υ/ καὶ εἰς τὸ μένειν
σοι τὰ ἐξ αὐτοῦ τοῦ ἡμίσους μέρους τῆς προδηλωθείσης οἰκίας δίκαια πάντα ἀπὸ
τοῦ νῦν ἐπὶ τὸ διηνεκές σε τὴν ὠνουμ[έν]η[ν] χρ[ῆσθαι καὶ δεσπόζειν καὶ κυριεύειν]
τοῦ καθότι πρόκειται πραθέντος σοι παρʼ ἐμο\ῦ/ προειρημένο\υ/ ἡμίσους μέρους οἰκίας
μετὰ παντὸς τοῦ δικαίου αὐτο\ῦ/ οὗ τὴν νομὴν καὶ τὴν δεσποτείαν ἐντεῦθέν σοι παρα-
20δέδωκα καὶ διοικεῖν σε καὶ οἰκονομεῖν καὶ βελτιοῦν καὶ παραπέμπειν ἐπὶ κληρο(νόμους)
καὶ διαδόχους καὶ διακατόχους ἢ καὶ διαπωλεῖν ⟦ει⟧\ ἠ(*)/ βουληθείης ἀκολύτως(*) βεβαιο\ῦ/ντος
ἐ[μοῦ] τοῦ πωλοῦντος καὶ τῶν παρʼ ἐμοῦ σύ(*) δε(*) τῇ πριαμένῃ καὶ τοῖς παρὰ σο\ῦ/ πάσι(*)
βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένο\υ/ ἢ ἀντιποιησομένο\υ/
ἢ ἐκτίσιν(*) σοι την(*) προκειμενην(*) διπλῆν τὴν τιμὴν κ[α]ὶ τὰ ἄλλα πάντα ἀναλώ-
25ματα κ[αὶ τὰ] δαπανήματα διπλᾶ καὶ μηδὲν ἧσσον πρὸς τῷ σοί τε καὶ τοῖς παρὰ
σ[οῦ μένειν] τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ β[ε]βαίαν πανταχο\ῦ/ ἐπιφερο-
[μένην ἐν δη]μοσίῳ ἀρχίῳ(*) τε γε[γρα]μμένην ἐντεῦθεν εὐδοκῶ καὶ πείθομαι καὶ
[ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). (hand 2) Α]ὐρήλιο̣[ς Κόλλουθος] Σερήνου ὁ προκειμενο(*) πέπρακ[α τὸ προκ(είμενον)]
[ἥμισυ μέρος οἰκίας καὶ αὐλῆ]ς μαιτὰ(*) πα[ντὸς αὐτοῦ τοῦ] δικαίου
30[ -ca.?- ]
v
πρᾶσ(ις) Κ[ολλούθ]ο\υ/
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar