Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ]
[Χριστοῦ του θεοῦ καὶ σωτῆρος ἡμῶν],
[βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβ(εστάτου)]
[δεσπότου μεγίστου εὐεργέτου Φλ(αουίου) Ἡρακλείου]
5[τοῦ αἰωνίου Αὐγούστου] καὶ Αὐτοκρ(άτορος)
ἔτ[ους γ], Φ[αῶ]φι κθ, ἰνδ(ικτίονος) α.
Φλ(αουίῳ) Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφ(υεστάτῳ)
ἀπὸ ὑπάτων καὶ πατρικίῳ, γεουχοῦντι καὶ
ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρ(υγχιτῶν) πόλ(ει), διὰ Μηνᾶ
10οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορ(ίζοντος)
τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφ(ήμῳ)
ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν,
Αὐρήλιος Μηνᾶς πρωτοφύλαξ, υἱὸς
Ὦρ μητρὸς Ἡραίδος, ἀπὸ κώμης
15Ἀδαίου τοῦ Ὀξυρ(υγχίτου) νομοῦ παγαρχουμέ(νης)
παρὰ τῆς ὑμετέρας ὑπερφ(υείας). ὁμολογῶ
τῇ ὑμετέρᾳ ὑπερφ(υείᾳ) διὰ τῶν αὐτῇ
προσηκόντων, ὡς ε̣ἴ ποτε καιρῷ
ἢ χρόνῳ φανομεν(*) κλέψαντες
20μηχανικὰ σκεύη ἢ βοίδια,
ἢ οἱανδήποτε κλοπὴν
ποιήσαντες, ἢ ὑποδέξασθαι
λιστάς(*), ἐπὶ τῷ ἐμὲ παρασχεῖν
τῇ ὑμετέρᾳ ὑπερφ(υείᾳ) ὑπὲρ
25ἑκάστου ἐγχειρήματος χρυσίου
νομίσμ(ατα) εἴκοσι τέσσαρα , ἔργῳ καὶ
δυνάμει ἀπαιτούμ(ενα) κινδ(ύνῳ) ἐμῷ καὶ
τῆς ἐμῆς ὑποστάσεως. κυρ(ία)
ἡ ὁμολ(ογία) ἁπλ(ῆ) γραφ(εῖσα), καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). †
——
30Μηνᾶς υἱὸς Ὦρ, στοιχεῖ μοι
αὕτη ἡ ὁμολ(ογία) ὡς πρ(όκειται). Ἰωάν[ν]ης
ἔγρ(αψα) ὑ(πὲρ) αὐτοῦ ἀγρ(αμμάτου) ὄντος.
† di em(u) Ioannu eteliothh.
v[Χριστοῦ του θεοῦ καὶ σωτῆρος ἡμῶν],