Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Φλ(αουίου) Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος
ἔτους δ, Φαμενὼθ κε, ἰνδ(ικτίονος) ιβ.
τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ {τῆς} ἐν εὐκλεεῖ τῇ μνήμῃ
5Ἀπίωνος γενομένου πατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ
Ὀξυρυγχ(ιτῶν) πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσ-
πορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις
ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Παμούθιος μολυβουργός,
υἱὸς Γεωργίου μητρὸς Ἀννιανῆς, ὁρμώμενος ἀπὸ τῆς Ὀξυρυγχ(ιτῶν)
10πόλεως. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ, ἐπωμνύμενος(*) τὸν θεῖον
καὶ σεβάσμιον ὅρκον, ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν
ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Ἀβρ[α]άμιον
υἱὸν Ἑρμίνου μητρὸς Ἡραίδος, ὁρμώμενον ἀπὸ κτήματος
μεγάλης Ταρουθίνου διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ τοῦ
15Ὀξυρυγχ(ίτου) νομοῦ ἐναπόγραφον αὐτῆς γεωργόν, ἐφʼ ᾧ τε αὐτὸν
ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτοῦ κτήματι
μετὰ τῶν αὐτοῦ φιλτάτων καὶ γαμετῆς καὶ κτηνῶν καὶ πάσης
τῆς αὐτοῦ ἀποσκευῆς ἀποκρινόμενον εἰς ἅπαντα τὰ ὁρῶντα
τὸ αὐτοῦ πρό[σ]ωπον ἤτοι τὴν τοῦ ἐναπογράφου τύχην,
20καὶ μηδαμῶς αὐτὸν καταλεῖψαι τὸ αὐτὸ κτῆμα μήτε μὴν
μεθίστασθαι εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητούμενον
αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ
προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν
προφάσεως, τοῦτον παραφέρω καὶ παραδώσω ἐν δημοσίῳ
25τόπῳ ἐκτὸς παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν
καὶ παρείληφα, ἐν τῇ φυλακῇ τοῦ αὐτοῦ ἐνδόξου οἴκου.
ἢ [εἰ] μὴ τοῦτου(*) ποιήσω, ὁμολογῶ καταβαλεῖν ὑπὲρ τῆς αὐτοῦ
ἀπολείψεως καὶ μὴ γινομένης παρʼ ἐμοῦ παραδόσεως
χρυσοῦ νομίσματα ὀκτὼ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα.
30κ̣[υρ]ί̣α̣ ἡ ἐ[γγύ]η ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθ(εὶς) ὡμολ(όγησα).
† di em(u) Anastasiu eteliothh.