Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[τάδε διέθετο νοῶν καὶ φρονῶν Πεκῦσις Ἑρμοῦ τοῦ Π]εκύσιος μητρὸς Διδύμης τῆς Φιλώτου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ· ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἐμῶν ἐξουσίαν
[- ca.37 - κ]α̣ὶ μεταδιατίθεσθαι. ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω τῇ διαθήκῃ, κληρονόμον ἀπολείπω τὴν θυγατέρα μου Ἀμμωνοῦν μητρὸς Πτολεμᾶς, ἐὰν ζῇ, ε[ἰ δὲ]
[μή, τὴν ταύτης γενεάν, τῶν ὑπαρχόντων μοι] ἐπʼ ἀμφόδου Κρητικοῦ μερῶν κοινωνικῆς οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. τὰ δὲ ὑπʼ ἐμοῦ ἀπολειφθησόμενα σκεύη καὶ ἔπιπλα καὶ ἐνδομενείαν καὶ εἴ τι ἄλλ[ο]
5[ἐὰν ἔχω, πάντα καταλείπω τῇ τῶν μὲν ἐμῶν τέκνω]ν μητρὶ ἐμοῦ δὲ γυναικὶ Πτολέμᾳ, ἀπελευθέρᾳ Δημητρίου Ἑρμίππου, ἐπὶ τῷ αὐτὴν ἔχειν ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον τὴν χρῆσιν καὶ ἐνοίκησιν καὶ ἐνοι-
[κίων ἀποφορὰν τῶν μερῶν οἰκίας καὶ αὐλῆς καὶ καμ]αρῶν. ἐὰν δὲ συμβῇ τὴν Ἀμμωνοῦν ἄτεκνον καὶ ἀδιάθετον τελευτῆσαι, ἔσται τὰ μέρη τῶν ἐνγαίων τοῦ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀντᾶτος, ἐὰν ζῇ, εἰ δὲ μή,
[- ca.20 - καὶ μὴ ἐξεῖναι μηδενὶ ἄλλῳ π]α̣ρ̣ενχιρεῖν τοῖς ὑπʼ ἐμοῦ διατεταγμένοις, ἢ τὸν παραβάντα τι τούτων ἀποτίνειν τῇ θυγατρὶ μου καὶ κληρονόμῳ Ἀμμωνοῦτι ἐπιτίμου δραχμὰς χειλίας(*) καὶ
[- ca.37 -] (hand 2) Πεκῦσις Ἑρμοῦ τοῦ Πεκύσιος καταλείπω μετὰ τελευτήν μου κληρονόμον τὴν θυγατέρα
[μου Ἀμμωνοῦν τῶν ἐπʼ ἀμφόδου Κρητι]κοῦ μερῶν οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν· τῇ δὲ γυναικί μου Πτολέμᾳ καταλείπω πάν-
10[τα τὰ σκεύη μου καὶ ἔπιπλα καὶ ἐ]νδομενείαν καὶ εἴ τι ἄλλο αἰὰν(*) χω(*), καὶ ἐφʼ ὅσον ζῇ τὴν ἐνοίκησιν τῶν μερῶν τῆς οἰκ-
[ίας καὶ αὐλῆς καὶ καμαρῶν. ἐὰν δ]ὲ ἡ Ἀμμωνοῦς ἄτεκνος καὶ ἀδιάθετος τελευτήσῃ, ἔστω τὰ μέρη τῶν ἐνγαίων τοῦ
[ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀ]ν[τ]ᾶτος ὡς πρόκιται. εἰμὶ ἐτῶν τεσσαράκοντα τεσσάρων , οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν,
[καὶ ἔστι μου ἡ σφραγὶς Ἄμ]μωνος.. (hand 3) Σαραπίων Σαραπίωνος τοῦ Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκυσις(*) διαθήκῃ, καὶ
[εἰμὶ ἐτῶν ̣ ̣, οὐλὴ ̣ ̣ ̣ ̣ ̣ ̣, καὶ ἔστι μου ἡ σφ]ραγὶς Διονύσου. (hand 4) Ἑκάτων Σαραπίωνος τοῦ Ἑκάτωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ
15[ἐτῶν ̣ ̣, οὐλὴ - ca.13 - , καὶ ἔστι μο]υ ἡ σφραγὶς Σαράπιδος. (hand 5) Παποντὼς Διογένους τοῦ Παποντῶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος
[διαθήκῃ, καὶ εἰμὶ ἐτῶν ̣ ̣ ̣ ̣ ̣ ̣ ̣, καὶ] ἔστιν μου ἡ σφραγὶς Διὸς ἐπʼ ἀέτῳ. (hand 6) Ζωίλος Ζωίλου τοῦ Πανεχώτου τῶν ἀπὸ τῆς αὐτ-
[ῆς πόλεως μαρτυρῶ τῇ τοῦ Π]εκύσεος διαθήκῃ, καὶ ἰμὶ(*) ἐτῶν τεσσαράκοντα ὀκτὼ , \οὐλὴ/ πήχι(*) ἀριστερῷ, ἡ
[δὲ σφραγίς μού ἐστιν ̣ ̣ ̣ ̣ ̣ ̣ Ἁ]ρποκράτου ἐπὶ κιβωρτωι. (hand 7) Ἡρᾶς ὁ καὶ Σάιος Ζηνᾶτος τοῦ Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶι(*) τῇ τοῦ Πεκύσιος
[διαθήκῃ, καὶ εἰμὶ ἐτῶν - ca.10 -, οὐλὴ ἀντικνημ]ίωι δεξιῶι, καὶ ἔστι μου ἡ σφραγὶ[ς π]ρ[ο]τομὴ φιλ[ο]σόφου. (hand 8) Διονύσιος Διον[υσ]ίου τ[ο]ῦ Διογένους ἀπὸ τῆς αὐτῆ[ς] πόλεως μαρτ[υ]ρῶ
20[τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ] ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ παρὰ κρόταφον δεξιόν, καὶ ἔστι μου ἡ σφραγὶς Διονυσοπλάτωνος. (hand 9) μν̣η̣μ̣(ονείου) Ὀξυρ(ύγχων) πόλ(εως).
[ἔτους ̣ ̣ Αὐτοκράτορος Καί]σαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ιγ.
[ -ca.?- διαθήκη Πεκύσιος Ἑρ]μοῦ τοῦ Πεκύσιος μητρὸ(ς) Διδύμης Φιλώτου ἀπʼ Ὀξ(υρύγχων) π[ό]λ(εως).