Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
κ[υ]ρίου τοῦ υἱοῦ Ἀπίωνος τοῦ καὶ Διονυσίου Διογέ-
ν̣ο̣υ̣ς̣, ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, Ψενα-
μούνει Θώνιος μητρὸς Σεοήριος ἀπὸ Πακέρ-
5κη ἀπηλιώτου τοπαρχίας, Πέρσῃ τῆς ἐπιγονῆς,
εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτ[ους]
Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, τὰς ὑπαρχού-
σας αὐτῇ καὶ πρ[ογ]εωργουμένας ὑπὸ τοῦ Ψενα-
μούνιος καθʼ ἑτέραν μίσθωσιν ἀρούρας τριά-
10κοντα ὀκτώ , ὥστε ἐπὶ μὲν τὰ τακτὰ
ἔτη πέντε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν
αἱρῆται χωρὶς ἰσάτεως καὶ ὀχομενίου,
τῷ δὲ ἐσχάτῳ ἐνιαυτῷ ὁμοίως σπεῖραι
καὶ ξυλαμῆσαι τοῖς διὰ τῆς προτέρας μισ-
15θώσεως δηλουμένοις ποιῆσαι αὐτὸν
τῷ ἐσχάτῳ ἐνιαυτῷ γένεσι, ἐκφορίου
τῶν ὅλων ἀρουρῶν ἐπὶ τὴν ἑξαετίαν κα-
τʼ [ἔ]τος ἀποτακτοῦ πυροῦ ἀρταβῶν ἑκα-
τ[ὸν] ἐνενήκοντα , καὶ σπονδῆς ὁμοίως κ[α-]
20τʼ [ἔτο]ς δραχμῶν δέκα δύο , ἀκίνδυνα πάν-
τ[α] παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄν-
των πρὸς τὴν μεμισθωκυῖαν, ἣν καὶ κυριεύειν
τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κο-
μίσηται. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι
25ἄβροχος γένηται, παραδεχθήσεται τῷ
μεμισθωμένῳ, ὃς καὶ βεβαιουμένη[ς]
τῆς μισθώσεως (hand 2) μετρείτω ἀπὸ τοῦ
κατʼ ἔτος ἀποτακτοῦ εἰς δημόσιον
θησαυρὸν τὰ ὑπὲρ τῶν ἐδαφῶν κα-
30τʼ ἔτος σειτικὰ(*) δημόσια ταῖς ἑαυτοῦ
δαπάναις, ὧν θέμα ἀναδότω τῇ με-
μιθωκυιη(*) καθαρὸν ἀπὸ πάντων κατʼ ἔ-
τος ὑπὸ τὴν πρώτην μέτρη[σ]ιν παρα-
δεχομένης αὐτῷ μιᾶς ἀντὶ μιᾶς , τὰ
35δὲ λοιπὰ τῶν κατʼ ἔτος ἐκφορίων καὶ
τὴν σπονδὴν ἀποδότω αὐτῇ ἀεὶ μη-
νὶ Παῦνι ἐφʼ ἅλω Πακέρκη πυρὸν νέον
καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευ-
μένον ὡς εἰς δημό[σι]ον μετρούμενον
40μέτρῳ τετραχοινίκῳ χαλκοστόμῳ
παραλημπτικῷ τῆς μεμισθωκυίας [ἢ]
τῶν παρʼ αὐτῆς μετρούντων. ὃ δʼ ἂν προσ-
οφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισά-
τω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῇ
45μεμισθωκυίῃ(*) ἔκ τε τοῦ μεμισθωμέ-
νου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πά[ν-]
των, οὐκ ἐξόντος τῇ μεμισθωκυίῃ(*) ἑτέ-
ροις μεταμισθοῦν οὐδὲ αὐτουργεῖν ἐν-
τὸς τοῦ χρόνου. κυρία ἡ μίσθωσις. (ἔτους) ϛ
50Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς,
Φαῶφι ε. (hand 3) Ψεναμοῦνις Θώνιος μεμί-
σθωμαι τὴν γῆν ἐπὶ τὰ ἓξ ἔτη
ἀποτακτοῦ κατʼ ἔτος πυροῦ ἀρταβῶν
55ἑκατὸν ἐνενήκοντα καὶ σπονδῆς
δραχμῶν δέκα δύο , καὶ ἀπο-
[δ]ώσω πάντα ὡς πρόκιται. Θέων
Θέωνος μητρὸς Ὠφελίας ἔγρα-
ψα [ὑ]πὲρ αὐτοῦ μὴ εἰδότος γράμ-
60ματα. χρό(νος) ὁ α(ὐτός).