Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[Ἀσ]κληπιάδ[ηι βασιλικῶ]ι γραμμα(τεῖ) τοῦ αὐτοῦ νομοῦ
χαίρειν.
ἐπὶ τῆς γενομένης διαπράσεως τῶν τελωνι-
5κῶν ὑπό τε ἐμοῦ καὶ σοῦ ἐπὶ παρόντων καὶ
\τῶν/ εἰωθότων, δυσπειθούντων τῶν τὸ ἐν-
κύκλιον ἀσχολουμένων καὶ τοῦ(*) τὸ ἀγο-
ρανόμιον δημοσιωνῶν ὡς ἱκανὰ βλαπτο-
μένων καὶ κινδυνευόντων μεταναστῆ-
10ναι, <τὸ> δόξαν ἡμεῖν(*) ἔγραψα τῶι κρατίστωι
ἡγεμόνι περὶ τοῦ πράγματος. ἀντιγράψαν-
τος οὖν αὐτοῦ μοι περὶ τοῦ ἐφιδόντα τὰς
π[ρο]τέρας μισθώσεις κατὰ τὸ δυνατὸν
[ἀνα]κουφίσαι τοὺς τελώνας ὑπὲρ τοῦ μὴ
15φυγ[ά]δας γενέσθαι τ[ο]ὺς πρὸς β̣[ίαν] ἀ[γο-]
μένους(?), καὶ πρότερόν σοι τὸ ἀντίγρ[αφο]ν
τῆς ἐπιστολῆς μετέδωκα ἵνʼ εἰδῇς, καὶ
ὅτι ἀποδημοῦντός σου καὶ τῶν ὠνῶν
μὴ ἐπιδεδεγμένων ὑπὸ τῶν τελωνῶν
20μηδὲ μὴν ἄλλων προσερχ[ομ]ένων αὐ-
τοῖς ⟦πολλάκις⟧ πολλάκις προκηρυχθεισῶν
ἔλαβον χειρογραφείας(*) τῶν τε τὸ ἐνκυ-
κύκλιον(*) καὶ τὸ γραφεῖον ἀσχολουμένων
-- -- -- -- -- -- -- -- -- --