Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(ἔτους) ἐνάτ[ο]υ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκ[ρά]τορος, Φαρμοῦθι γ, ἐπὶ τοῦ βήματος,
[Π]εσοῦρι[ς] πρὸς Σαραεῦν. Ἀριστοκλῆς ῥήτωρ
5ὑπὲρ Πεσούριος· Πεσοῦρις, ὑπὲρ οὗ λέγωι(*), ζ (ἔτους)
Τιβερίου Κλαυδίου Καίσαρος τοῦ κυρίου ἀνεῖλεν
ἀπὸ κοπρίας ἀρρενικὸν σωμάτιον <ᾧ> ὄνομα Ἡρα-
κ[λᾶν]. τοῦτο ἐνεχείρισεν τῆι ἀντιδίκωι· ἐγένε-
το ἐνθάδε ἡ τροφεῖτις(*) εἰς υἱὸν τοῦ Πεσούριος.
10τοῦ πρώτου ἐνιαυτοῦ ἀπέλαβεν τὰ τροφεῖα.
ἐνεστηι(*) ἡ προθεσμία τοῦ δευτέρου ἐνιαυτοῦ,
κα[ὶ] πάλιν ἀπέλαβεν. ὅτι δὲ ταῦτα ἀληθηι(*) λέγωι(*),
ἔστιν γράμματα αὐτῆς διʼ ὧν ὁμολογεῖ εἰλη-
φέναι. λειμανχουμέν[ο]υ(*) τοῦ σωματ[ί]ου ἀπέ-
15σπασεν ὁ Πεσοῦρις. μετ[ὰ] ταῦτα καιρὸν εὑροῦσ[α]
εἰσεπήδησεν εἰς τὴν τοῦ ἡμετέρου [ο]ἰκίαν
καὶ τὸ σωμάτιον ἀφήρπασεν, καὶ βούλεται ὀν[ό-]
ματι ἐλευθέρου τὸ σωμάτιον ἀπενέγκασ-
θαι. ἔχω[ι](*) πρῶτον γράμμα τῆς τροφείτιδος(*),
20ἔχωι(*) δεύτερο[ν] τῶν τροφείων τὴν [ἀ]ποχή[ν.]
ἀξιῶι(*) ταῦ[τα] φυλαχθῆ[ν]αι. Σα[ρα]εῦς·
ἀπεγαλάκ[τισά] μου τὸ [π]αιδίον, κα[ὶ] τούτων
σωμάτιόν μοι ἐνεχειρισθηι(*). ἔλαβ[ον] παρʼ αὐ-
τῶν τοὺ[ς] πάντας ὀκτὼι(*) στατῆρας. μετὰ
25ταῦτα [ἐτελεύ]τησεν τ[ὸ σ]ωμάτιο[ν -ca.?- στα-]
τήρων [μοι περ]ιόντων. νῦν βούλον[ται τὸ]
γράμματα τοῦ σωματίου ἔχομεν.
ὁ στρατηγός· ἐπεὶ ἐκ τῆς ὄψεως φαίνεται τῆς
30Σαραεῦτος εἶναι τὸ παιδίον, ἐὰν χιρογραφησηι(*)
αὐτηι(*) τε καὶ ὁ ἀνὴρ αὐτῆς ἐκεῖνο τὸ ἐνχει-
ρισθὲν αὐτῆι σωμάτιον ὑπὸ τοῦ Πεσούριος
τετελευτηκέναι, φαίνεταί μοι κατὰ τὰ ὑπὸ
τοῦ κυρίου ἡγεμόνος κριθέντα ἀποδοῦσαν
35αὐτὴν ὃ εἴληφεν ἀργύριον ἔχειν τὸ [ἴδιο]ν
τέκνον.